Elementa

Euclid

Euclid. Euclidis Opera omnia, Volume 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.

ὅταν δὲ αἱ περιέχουσαι τὴν γωνίαν γραμμαὶ εὐθεῖαι ὦσιν, εὐθύγραμμος καλεῖται ἡ γωνία.

ὅταν δὲ εὐθεῖα ἐπʼ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ, ὀρθὴ ἑκατέρα τῶν ἴσων γωνιῶν ἐστι, καὶ ἡ ἐφεστηκυῖα εὐθεῖα κάθετος καλεῖται, ἐφʼ ἣν ἐφέστηκεν.

ἀμβλεῖα γωνία ἐστὶν ἡ μείζων ὀρθῆς.

ὀξεῖα δὲ ἡ ἐλάσσων ὀρθῆς.

ὅρος ἐστίν, ὅ τινός ἐστι πέρας.