Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Σειρὴν χρυσείαν ἐξ οὐρανόθεν κρεμάσαντες καὶ τὰ ἐξῆς· τὴν μὲν ἀπειλὴν τοῦ Διὸς ἐνεδείξατο ὡς δυναμένου τοῦτο πρᾶξαι ὅπερ εἶπεν, ἀλλʼ ὑπέμνησεν αὐτὸν μηδὲν παρὰ τοὺς νόμους ὑπερβῆναι οὐδʼ ἀδικεῖν ἐπὶ θεοῖς· μυστικῶς δὴ ταῦτα εἴρηται καὶ οὐχ ὥς τινες διαλαμβάνουσι --- μεμνῆσθαι αὐτὸν καὶ ἐπὶ τῆς Ἕκτορος ἀριστείας, ὅτι ἐφʼ ὅσον μὲν αὐτοῦ ἡ ὐπδστασις τῶν χρόνων ὑπῆρχεν, ἀκατάληπτος ἦν καὶ πολλούς ἀνῄρει τήν τε τάφρον διελθὼν καὶ τὰς πύλας ῥήξας τῶν Ἑλλήνων ἐμπρήθας τε τὸν σταθμὸν

  • Μαίνετο δʼ ὡς δι᾿ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ·
  • καὶ ἐδόκει γάρ βοηθεῖσθαι ὑπὸ Ἀπόλλωνος. ὅτε δὲ τὸ μοιρίδιον αὐτῳ ἐπέστη πληρωθέντων τῶν χρόνων, τρωθεὶς ὑπὸ Ἀχιλλέως
  • Ὤιχετο δʼ εἰς Αίδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.
  • Ὁμοίως δὲ καὶ Ἀχιλλεύς τὸ Τρωικὸν πεδίον αἵματι πληρώσας καὶ Ξάνθον τὸν ποταμὸν νεκρῶν πλήσας καὶ δόξας θεομαχεῖν καὶ ὑπὲρ ὑπὸ θεῶν βοηθούμενος καταλειφθεὶς ὑπὸ Ἀθηνᾶς ἀνῃρέθη ὑπὸ Ἀλεξάνδρου μητρὸς αὐτῷ θεᾶς παρεστώσης. ἀλλὰ μὴν καὶ ἐπὶ Διομήδους καὶ Ὀδυσσέως Ἀθηνᾶ ὕπνῳ μεθύσασα τοὺς βαρβάρους, ὅπως Ῥῆσος ὁ Θρακῶν βασιλεύς ἀπόληται, τούτοις παρέσχε τὴν ἀριστείαν· καὶ ἕτερα δὲ τεκμήρια περὶ τοιούτων ὑπὸ πολλῶν συντεταγμένα φέρεται. τοῖς δὲ ἐν ῥώμῃ σωμάτων οὖσι καὶ δυνάμει πράξεων βοηθουμένοις ὑπὸ τοῦ χρόνου καὶ θεοῖς προσομιλεῖν δοκοῦσι καὶ παρεστάναι δεῖ συλλογίζεσθαι, ὅτι καὶ [*](9 Il. Θ 19 11 παρὰ] περὶ S 12 mirum ἐπὶ θεοῖς (illatum ex v. 5?) 13 lac. stat. Rad. 14 cf. Il. 0 610—614 15 ἀκατάλειπτος S 18 Il. Ο 605 19 cf. Plut. de Hom. 115 21 Il. Χ 213 λεῖπεν S 25 παριστώσης S 27 ἀπόλὲιται S 28 παρέσχες S si necesse sit, hiuc concludas eum tales versus apud priores congestos repperisse (cf. Chrysipp. II fr. 925, 937, 997, 999, supra p. 221, 15. 272, 2))

    348
    οἱ θεοὶ τῶν μοιρῶν ὑπουργοὶ γενόμενοι ὧν μὲν βοηθοὶ ὧν δὲ πολέμιοι καθίστανται· ἀπροφάσιστον γὰρ οὐδὲν ἐν ἀνθρὼποις ἐπί τε τῶν φαύλων καὶ ἀγαθῶν δημιουργεῖται· ἔτι δὲ καὶ κατασκευάζεται ὑπὸ εἱμαρμένης τά μέλλοντα ἔσεσθαι διά τε ἁρμονίας καὶ φιλίας καὶ δόξης συστάσεως προκειμένης ἔχθρας σίνους πάθους ἀπορρήτμων πραγμάτων καὶ μυστικῶν καὶ θανάτου καὶ τῶν λοιπῶν.