Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Μερίζει δὲ ὁ μὲν Ὑδροχόος ἔτη λ΄, ὁ Αἰγόκερως κζ΄, ἐπεὶ ὁ Ἥλιος δεσπόζει τελείων ἐτῶν ρκ΄, ὧν τὸ ἥμισυ ξ΄ ἐκ τούτων τὴν ἡμίσειαν τῷ κατὰ διάμετρον Ὑδροχόῳ ἐπιμερίσει, ἅ ἐστιν ἔτη λ΄· ἡ δὲ Σελήνη δεσπόζει τελείων ἐτῶν ρη΄, ὧν τὸ ἥμισυ νδ΄ τούτων τὴν ἡμίσειαν τῷ κατὰ διάμετρον Αἰγόκερῳ ἐπιμερίζει, ἅ ἐστιν ἔτη κζ΄· τῶν οὖν δύο ζῳδίων συνάγεται ἔτη νζ΄, ἅ ἐστιν τέλεια Αἰγόκερω. καὶ οἱ λοιποὶ δὲ ἀστέρες τὸν τέλειον ἐπιμερισμὸν τῶν ἐτῶν ἐξ Ἡλίου καὶ Σελήνης ἔσχον. τῷ μὲν γὰρ Διὶ συναιρετιστῇ ὄντι καὶ τριγώνου συμπάθειαν κεκτημένῳ διὰ τὸν Τοξότην ὁ Ἥλιος τὴν ἡμίσειαν τῶν ρκ΄ ἐτῶν ἐμέρισε καὶ τὰ ἐλάχιστα ἔτη τθ΄· γίνονται ρθ΄. ὡσαύτως δὲ καὶ ἡ Σελήνη διὰ τὴν ἀγαθοποιίαν καὶ τριγώνου κοσμικὴν συμπάθειαν τὴν εἰς τοὺς Ἰχθύας Διὶ ἀπεμέρισε τὴν ἡμίσειαν τῶν ρη΄ ἐτῶν νδ΄ καὶ τὰς ἐλαχίστας κε΄· γίνονται ρθ΄. τῷ δὲ Ἄρει τῆς αὐτῆς αἱρέσεως ὄντι ἡ Σελήνη ἀπεμέρισε τὰ νδ΄· ὁ δὲ Ἥλιος διὰ τὴν ἀντίμιμον πυρώδη οὐσίαν καὶ φθοροποιὸν τρόπον τὸν ἐπιμερισμὸν ἠρνήσατο, ἀντιπαρεχώρησε δὲ τῷ κατὰ διαδοχὴν τοῦ τριγώνου δεσπότῃ Διὶ ἅ ἐστιν ἔτη ἐλάχιστα ἐπιμερίσαι ιβ΄ γίνονται ξς΄. ὁμοίως δὲ καὶ τῇ Ἀφροδίτῃ διὰ τὴν συμπάθειαν τοῦ τριγώνου καὶ νυκτερινὴν αἵρεσιν ἡ Σελήνη ἐπεμέρισεν τὰ νδ΄ καὶ ὁ Κρόνος διὰ τὴν ἐναντίαν τοῦ ὑψώματος στάσιν τουτέστι τὸν Ζυγὸν ἔτη λ΄ γίνονται πδ΄. ὁ δὲ Ἑρμῆς διὰ τὴν πρὸς Κρόνον συνοικοδεσποτίαν ἔλαβεν παῤ αὐτοῦ τὰ τέλεια ἔτη νζ΄ καὶ παρὰ τοῦ Ἡλίου τὰ ἐλάχιστα ιθ΄· γίνονται ος΄.
[*](3 δὲ] τε V 11 τῶν κ. δ. ὑδροχόων V diametrus est Leoni, Solis domui 13 αἰγοκέρου V 14 συναναιρετιστῆ V 15 τριγώνος V ut vid. Sagittarius Iovis et Leo Solis domus eiusdem sunt trigoni 18 τριγώνου utrum habeat V an τριγωνικὴν vel sim. incertum 21 ἀτϊμϊμον V πυρώδη iterat V 22 τόπον V 24 post ἐλάχιστα signa quaedam spatii explendi causa V nempe ἐπιμερίσας νβ΄ ut vid. V 25 at Venus non in Ariete, sed in Piscibus exaltatur 28 ἔλαθον V Merc. et Sat. in eodem trigono regnant)Τούτων οὕτως ἐχόντων σκοπεῖν δεήσει ἐπὶ τῆς διαιρέσεως τόν τε παραδιδόντα καὶ παραλαμβάνοντα πότερον ἐπίκεντροι ἢ ἀποκεκλικότες, ὁμογνωμονοῦντες ἢ ἀλλότριοι τυγχάνουσιν. ἐὰν γὰρ ζῳδιακῶς μὲν ἡ διαίρεσις ἀπὸ ἐπικέντρων τόπων εἰς ἐπικέντρους ποραγένηται, ὁμοίως δὲ καὶ οἱ τούτων οἰκοδεσπόται ἐπίκεντροι τύχωσιν ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι καὶ οἰκείας αἱρέσεως, ἀγαθὴν τὴν χρονοκρατορίαν ἀποτελοῦσι καὶ ἐπίσημον· ἐὰν δὲ οἱ μὲν τόποι ἐπίκεντροι, οἱ δὲ κύριοι ἀποκεκλικότες ἢ ὑπὸ κακοποιῶν μαρτυρούμενοι, ἀνώμαλον τὸν χρόνον καὶ ἐπιτάραχον δηλοῦσιν. ἐὰν δὲ τὰ πάντα σχήματα ἐν ἀποκλίμασιν εὑρεθῇ, κάκιστος ὁ χρόνος καὶ αἰτίας καὶ ζημίας ἐπάγων· γίνεται δὲ κατὰ τούσδε τοὺς χρόνους ἐν ξενιτείαις καὶ πράξεων μεταβολαῖς, καὶ ἐὰν μὲν ἀγαθοποιοὶ τύχωσιν ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι, ἐπὶ ξένης πραγμάτων κατόρθωσιν ποιησάμενοι ἐπωφελῶς διάξουσιν. ἐὰν δὴ κακοποιοί, καὶ ἐπὶ ξένης ταραχαῖς καὶ ζημίαις περιτραπήσονται ἢ καὶ ἀπὸ ξένων καὶ δούλων προδοθήσονται· ὅθεν τὰ ἀποκλίματα ξένης σημαντικά, ἐὰν δέ πως ἐπίκεντροι εὑρεθῶσιν ἢ ἰδιοτοποῦντες, κατοχὰς σημαίνουσιν εἴς τινας τόπους ἢ ἐπιμονάς. Ἑρμῆς μὲν οὖν καὶ Ἀφροδίτη οὔτε μακρὰς οὔτε πολυχρονίους τὰς ἀποδημίας παρέχουσιν, ἐπεὶ οὐ πολὺ ἀφίστανται τοῦ Ἡλίου· Κρόνος δὲ καὶ Ἄρης καὶ Σελήνη ὑπερορίους καὶ ἐπικινδύνους ἐπί τε γῆς καὶ θαλάσσης καὶ ἐν πλάναις ἢ βαρβάροις τόποις γινομένους. Ἥλιος δὲ ἐπιδόξους καὶ ἐντίμους καὶ εὐσυστάτους· Ζεὺς δὲ ἐπωφελεῖς καὶ πολυφίλους καὶ ἡδέως διάγοντας ἐπὶ τῆς ξένης.
Ἐὰν οὖν χρόνους σωματικούς τις ἐν ἐκκέντρῳ κατάγῃ ζῳδίῳ ἢ καὶ ὁ κύριος ἔκκεντρος τύχῃ ὑπὸ κακοποιῶν μαρτυρούμενος, ἐν ἀσθενείᾳ γενήσεται καὶ αἱμαγμοῖς ἢ κινδύνοις. ἐὰν δέ τις κατὰ τὸν δαίμονα τοὺς χρόνους κατάγῃ ἐν ἐκκέντρῳ ζῳδίῳ καὶ κακοποιὸς ἐπῇ ἢ καὶ τῷ οἰκοδεσπότῃ τοῦ ζῳδίου μαρτυρήσῃ, ἀπρακτήσει καὶ ἐν δυστυχίαις διάξει καὶ ἀκαταστατήσει τῇ ψυχῇ κακωτικῶς διάγων περί τε τὰς πράξεις καὶ τὰς ἐπιβολάς· καὶ ἐὰν μὲν ἐν πυρώδει [*](3 συνό et πανσελή V 16 ξενιτίαις V 26 γενομένους V, corr Wendl.)