Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Περὶ ἀνάγκης. Ἀνάγκη παραδιδοῦσα ἢ παραλαμβάνουσα χρηματιστικοῖς τόποις ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων οἰκειώσεις μὲν ἐπάγει καὶ μείζονας συστάσεις καὶ ἐχθρῶν καθαιρέσεις ἢ θανάτους, κακοποιῶν δὲ ἐπόντων ἀντιδικίας καὶ κρίθεις ἐπάγει καὶ ἐξοδιασμούς· ὅθεν καὶ παρά προαίρεσιν διαπράξαντες ἀνιαρῶς διάγουσιν. ἐὰν δέ πως τὸ σχῆμα κακωθῇ, τινὲς καταδικά- ἢ καθαιροῦνται. λάμβανε δὲ ἀπὸ δαίμονος ἐπὶ τύχην, νυκτὸς δὲ ἀνάvπαλιν.
Ταῦτα μὲν οὖν ἐπὶ τῶν ἀρρενικῶν γενέσεων καὶ χρόνων διέσταλται· ὁμοίως δὲ κατὰ τὰ οἰκεῖα σχήματα τῶν παραδόσεων καὶ τὰ δυνάμενα χωρεῖν ἁρμόσει καὶ ἐπὶ θηλυκῶν γενέσεων.
Σελήνη σ΄ ἕτος α΄· Ἑρμῆς β΄ ἔτη β΄ Ἀφροδίτη γ΄ ἔτη γ΄ Ἥλιος δ΄ ἔτη δ΄· Ἄρης ε΄ ἔτη ε΄· Ζεὺς ς΄ ἔτη ς΄ Κρόνος Ϛ΄ ἔτη Ϛ΄ γίνοντα ἔτη κη΄ . μονομοιρία δὲ γίνεται οὕτως· ἐν ᾧ ἐὰν ἡ Σελήνη ζῳδίῳ ἦ, αὑτὸς γίνεται πρῶτος ὁ κύριος τοῦ ζῳδίου καὶ λήψεται, εἶτα κατὰ ζώνην οἱ ἀλλοι. οἷον ὑποδείγματος χάριν ἔστω Σελήνην εἶναι Ζυγῷ μοίραις ς΄· πρώτη Ἀφροδίτη λήψεται, δεύτερος Ἑρμῆς, τρίτη Σελήνη, τέταρτος Κρόνος, πέμπτος Ζεύς, ἕκτος᾿ Ἄρης· γίνεται Ἄρεως μονομοιρία. Ἄρης οὖν πρῶτος λήψεται, [*](3 γενώμενον S 5 αὶρῶσι S 10 possis sane S possis μείζονος 31 ἦν S ζῳδίου] χρόνου Cummont)
Τόποι εἰσίν, ἀφʼ ὧν ἡ ἀρχή τοῦ ἔτους λαμβάνεται, οἶον Ἡλἰου ἢ Σελήνης ἢ ὡροσκόπου ἢ κλήρου τύχης. ἐστι δὲ ἡ κατάκρισις ῆδε· Ἡλίου ἐπικέντρου ὄντος ἀπὸ αὐτοῦ ψηφίζειν δεῖ· ἐπὶ δὲ νυκτὸς ἀπὸ Σελήνης ὁμοίως ἐπικέντρου μοιρικῶς οὔσης· τούτων δὲ ὑστερούντων ἀπὸ τοῦ ὡροσκόπου· ἐὰν δὲ κλῆρος τῆς τύχης ἐπίκεντρος ὑστερούντων τῶν φώτων, ἀπὸ αὐτοῦ τὴν ἀρχὴν τοῦ ἐνιαυτοῦ ποιοῦ. ἀλλότριον δὲ ὁμοίως ἔσται ἐπὶ τῶν τὰ φῶτα ἐπιφερόμενα τοῖς κέντροις ἐχόντων ἀπὸ τοῦ παρʼ ἰδίαν αἵρεσιν ἄρχεσθαι· ἰσχυροτέρμως γάρ κατὰ τὴν ἡμετέραν ἀγωγὴν ἐπιγνώσῃ, ἐπὶ ποίων ζῳδίων χρηματίζει ἐπιφερόμενος τῆς γενέσεως ὁ ἐνιαυτός. ἡμέρας μὲν ἀπὸ Ἡλίου, ἐὰν μὲν τύχῃ ὡροσκοπῶν ἢ μεσουρανῶν· εἰ δὲ μή γε, ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου ἔκβαλλε, καὶ εἰς δ ἂν καταλήξῃ ὖ ἐνιαυτός, ἀπὸ τοῦ κυρίου τοῦ τόπου οὖ ἦν ἐπὶ γενέσεως διέκβαλλε τὸν ἐνιαυτόν. νυκτὸς δὲ ἀπὸ Σελήνης, ἐάνπερ τύχῃ ὡς προεῖπον ἐπὶ τοῦ Ἡλίου, μάλιστα ἐὰν ἀνατολικὴ ᾗ καὶ τοῖς ἀριθμοῖς προσθετική ἐπὶ δὲ τῶν δύο φώτων τῶν πνευμάτων ἐὰν μὺ καὶ πλήρη κἂν ἀφαιρῇ τὸν ἀριθμὸν τύχῃ ἀπὸ τοῦ συνδέσμου ἐὰν ἐπίκεντρος μόνον ἐπὶ μέγιστα κείμενος. εἰ δὲ μή γε καθώς προγέγραπται, ἀπὸ τοῦ κυρίου τοῦ καταλήγοντος τόπου ἀπὸ τοῦ ὡροσκόπου. ἐὰν γὰρ εὕρῃς τὰ ζῴδια κεντρούμενα ἢ ἀγαθοποιούμενα ἢ καὶ αἴτια ἀπὸ τῶν ἐπιπαρόντων ἢ καὶ ἐφορώντων κἄτι τὴν πρώτην τάξιν καὶ ἐπὶ τῆς παρόδου, δηλοῖ [*](2 κείμενον Sb 5 μὲν] μὴ S 9 nempe ἐκ τῶν Σ. π. ἐ. ἐκ τῶν Ἑ. σχολῶν; ad ποιοῦσα adde vel subaudi αἵρεσις. In sequentibus ipsa Hermiae verba afferuntur (cf. p. 205, 13) 17 possis ἐπικεντρος , sed cf. Wenkebach Quaest. Dioneae p. 24 26 ἐπὶ] ἀπὸ S 17 ᾖ] ἢ S προθετμκή S 32 αἴτια non intelligo)