Ἵνα δὲ ἀκριβὴς καὶ ἐνεργεστέρα ἡ παράδοσις ἡμῶν ὀφθῇ, παραγγελίας τινὰς καὶ νόμους ἐκθησόμεθα, οὓς φυλάσσοντες εὐκατάληπτον τὴν αἵρεσιν ἕξομεν. πρότερον μὲν οὖν χρὴ σκοπεῖν, εἰ ἀπὸ ἐπικέντρων τόπων εἰς ἐπικέντρους ἡ παράδοσις γένηται ἢ ἀπὸ τοῦ ἀγαθοῦ δαίμονος εἰς τὸν κλῆρον ἢ χρχματιστικὸν τόπον, ἵνα καὶ τὸ σημαινόμενον πρακτικὸν ἢ ἔνδοξον ᾖ, εἴτʼ οὖν καὶ ἀπὸ τῶν ἀποκλιμάτων εἰς τὰ κέντρα ἢ καὶ ἀπὸ κακοῦ δαίμονος ἐπʼ ἀγαθὸν δαίμονα. χρηματιστικὰ μὲν οὖν καὶ ἐνεργητικὰ ζῴδιά ἐστιν ὡροσκόπος ἢ μεσουράνημα ἀγαθὸς δαίμων ἀγαθὴ τύχη κλῆρος τύχης δαίμων ἔρως ἀνάγκη, μέσα δὲ θεὸς θεὰ καὶ τὰ λοιπὰ δύο κέντρα, μέτρια δὲ καὶ κακωτικὰ τὰ λοιπὰ. παρὰ δὲ τοὺς ἐπόντας ἢ μαρτυροῦντας ἀγαθοποιοὺς ἢ κακοποιοὺς ἡ τῶν τόπων δύναμις ἐξασθενεῖ ἢ καὶ ἐνεργεστέρα καθίσταται· ἡ μέντοι κακὴ τύχη τοῦ κακοῦ δαίμονος δοκεῖ βελτίων εἶναι, καθʼ ὃ τριγωνικὸν σχῆμα πρὸς τὸ μεσουράνημα κέκτηται ἐὰν δέ πως ἐπὶ γενέσεως μία παράδοσις εὑρεθῇ πάντων τῶν ἀστέρων ἐν ἐνὶ ζῳδίῳ τετευχότων, [*](6 fors. κτισμάτων 22 nempe ἐναργ. 26 nempe in Sortem Fortunae 27 εἴτ᾿ οὖν (respondet εἰ praecedenti)] εἰ δʼ οὖν V 32 παρὰ] περὶ V 33 κακωποιοὺς V)
177
παραδώσουσι μὲν αὐτοὶ ζῳδιακῶς· ὅ ἐὰν δὲ ἡ σύγκρασις καθολικῶς δηλοῖ ἐπὶ τῆς γενέσεως, ἐκεῖνο καὶ μεθέξει δὴ παντός· ἐὰν δὲ ἐν ἐνὶ ζῳδίῳ εὑρεθῶσιν γ΄ ἢ δ΄ ἀστέρες, ἐν ἑτέρῳ δὲ εἷς ἢ δύο, ὁ πρῶτος καθυπερτερῶν μοιρικῶς πρότερον καὶ μεριεῖ τοὺς χρόνους· τουτέστι προτέρως ὁ πλείστας ἔχων μοίρας παραλαμβάνει καὶ τότε οἱ ἐφεξῆς· τὸ δʼ ὅμοιον καὶ οἱ παραλαμβάνοντες. ποικίλης δὲ τῆς διαιρέσεως οὔσης ἐὰν τις προσέχῃ οὐ διαμαρτήσει. ἐπεὶ γὰρ δὴ δωδεκαετίας αἱ αὐταὶ παραδόσεις σημαίνονται, οὐ τὴν αὐτὴν ἐνέργειαν τῶν ἀποτελεσμάτων ἐφέξουσιν ἀλλὰ διάφορον. ὅταν ἐπί τινος κύκλου παράδοσιν ἤτοι ἀφʼ ἑνὸς ἢ πλειόνων εὕρωμεν, σκοποῦμεν κατʼ ἐκεῖνο τὸ ἔτος τὴν ἀντιγένεσιν καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων εἰ ὅμοιον σχῆμα ἔχωσιν, ὁποῖον καὶ ἐπὶ γενέσεως, ἢ πρὸς τοὺς παραδιδόντας ἢ παραλαμβάνοντας, καὶ εἰ τὰς αὐτὰς φάσεις πρὸς τὸν Ἥλιον ποιοῦνται. ἐὰν γὰρ οὕτως εὕρωμεν, λέγομεν καὶ τὸ ἀποτέλεσμα βέβαιον. εἰ δὲ ἀλλότριον καὶ ἀνόμοιον, οὐκέτι ὁλοτελές· ἃ μὲν γὰρ καθολικῶς γίνεται ἃ δὲ μοιρικῶς. οἷον ἐὰν Κρόνου καὶ Διός τις καθολικοὺς χρόνους κατάγῃ καλῶς κειμένων, συμπέσῃ δὲ ἐν τούτῳ τῷ κύκλῳ τὸν αὐτὸν κατάγειν τοὺς χρόνους, κληρονομήσει ἢ ἀπὸ νεκρικῶν εὐεργετηθήσεται. ἐὰν δὲ τὸ δεύτερον ἢ τρίτον κύκλον
--- Κρόνου καὶ Διὸς ἐπικρατούντων τὸ ἔτος, οὐ κεῖνται δὲ καθολικῶς, κληρονόμος μὲν οὐκ ἔσται, κατάλειψις δὲ καὶ διὰ νεκρικῆς ὡφελείας ἢ τοιαῦται προσδοκίαι ἢ καὶ ἀγορασμοὶ κτημάτων θεμελίων καὶ ἑτέρας ἐπικτήσεως. ὁμοίως δὲ καὶ τὰ ἄλλα ἐν τοῖς καθολικοῖς χρόνοις κατὰ τὸν τῆς δωδεκαετίας κύκλον βέβαια τὰ ἀποτελέσματα γενήσονται, ἐξ ὑστέρου δὲ ἢ πρότερον οὐδαμῶς, πλὴν εἰ τὰς ἐννοίας τῶν ἀποτελεσμάτων οἱ ἀστέρες ἐνδείξονται.
Οἷον ἔστω τινὰ τῷ πρώτῳ κύκλῳ γεγαμηκέναι τῆς γενέσεως καταγούσης ἔτος λδ΄· δεῖ γὰρ κατὰ τὰς ἡλικίας καὶ τὰ ἀποτελέσματα συγκρίνειν· τῷ ἑτέρῳ κύκλῳ περὶ συνηθείας ἢ καὶ ἑτέρου γάμου ἢ ὅσα ποτὲ γυναιξὶν ἀνῆκε τὴν φροντίδα ποιήσει. ἕτερος δὲ ἐστρατεύσατο· πάλιν τῆς αὐτῆς παραδόσεως γενομένης περὶ [*](1 post αὐτοὶ ζώντων τῶν ἀστέρων Va, del. Vb συγκράτησις V 2 haec sana esse non spondeo; possis ἀνθέξει διὰ παντός 5 προτέρως Vb] πρότερον Va πλείστας] ἐλαχίστας per comp. V 7 προσέχει V 8 δὴ] an δία? 10 fort. 〈οἷον〉 ὅταν 12 ἔχουσιν H 13 εἰ] εἰς V 18 συνεμπέση V τῶν αὐτῶν Vb, quid Va incertum 20 nempe τὸν sed plura turbata 22 κατάληψις V an διὰ νεκρικῶν ὠφέλεια? 24 opusne 〈κατὰ〉 τὰ ἄλλα? 26 εἰ Rad.] εἰς V 31 nempe ἀνήκει 32 τῆς αὐτοῦ V cf. p. 178, 7. 15)
178
προκοπῆς ἢ μεταβολῆς ἢ στρατιωτικῆς πράξεως ἐνεργήσει. ἐὰν οὖν καὶ ἡ καθολικὴ ὑπόστασις προκοπτικὴ τυγχάνῃ, κατʼ ἐκείνους τοὺς καιροὺς προκόψει μάλιστα, ἐὰν ἀγαθοποιοὶ διακρατῶσι· μεγάλης δὲ τῆς γενέσεως οὔσης καὶ ἡγεμονεύσει ἢ ἐπιτροπεύσει ἢ ἐξουσιαστικῆς τάξεως μεθέξει. κατὰ δὲ τὴν ἀκολουθίαν τῆς γενέσεως συναρμόζεσθαι δεῖ τὰ ἀποτελέσματα. ἕτερός τις ἐτέκνωσε κατά τινας χρόνους· τῆς αὐτῆς παραδόσεως γενομένης καὶ τῆς ἀκμῆς ἢ τῆς ἡλικίας ἐπιτρεπούσης πάλιν τέκνωσιν ἢ σωμάτων ἀγορασμὸν ποιήσεται ἢ ἀναθρέψει τινὰς ἐν τέκνων μοίραις ἢ καὶ ἀλλοτρίων τέκνων φροντίδα ποιήσεται. ἄλλος δέ τις ἐν ἀρχῇ καὶ προστασίᾳ ὄχλων ἐγένετο· τῆς αὐτῆς χρονογραφίες γενομένης καὶ τῆς γενέσεως καλὴν ὑπόστασιν ἐχούσης μεγάλας τὰς ἀρχὰς καὶ ἐπισήμους ἀναδέξεται, μετρίας δʼ οὔσης μετὰ τῶν τοιούτων ἀναστρέψει ἢ φαντασίαν ἕξει ἀρχῆς ἢ προεδρίας. ὁμοίως τις ἐν καταδίκη ἢ συνοχῇ ἐγένετο· τῆς αὐτῆς παραδόσεως γενομένης ἀγαθοποιῶν μὲν ἐπιμαρτυρησάντων τῆς συνοχῆς ἢ αἰτίας ἀπαλλαγήσεται, κακοποιῶν δὲ διά τινα κακουργοτέραν ἐγχείρησιν ἢ κατηγορίαν ἐπίφθονον τῇ αἰτίᾳ ἐπιμενεῖ ἢ καὶ χειρόνως διάξει. καὶ τὰ λοιπὰ δέ, ὅσα ποτὲ ἐν βίῳ συντελούμενα τυγχάνει, γενήσεται κατὰ τὰς παραδόσεις, ἐνδιάφορα δὲ διὰ τὰς καθολικάς χρονογραφίας ταὶ τὰς ἀντιγενέσεις καὶ τὰς ἐπεμβάσεις καὶ φάσεις τῶν ἀστέρων τάς τε πρὸς ἑκάτερον ἀνομοίους σχηματογραφίας. ἐπὰν γὰρ ἐπεμβῶσιν οἱ κατὰ καιρὸν ἀστέρες ἐπὶ τοὺς παραδιδόντας κατὰ γένεσιν ἢ παραλαμβάνοντας ἢ εἰς τὰ κέντρα, ἐκ τῆς ἰδίας φύσεως συνεπιμερίζουσι καὶ αὐτοὶ ἤτοι ἀγαθὸν ἢ φαῦλον ἢ καὶ ἐνεργέστερον τὸ ἀποτέλεσμα ἢ κωλυτικὸν ποιήσουσι. τὸ δὲ βέβαιον κρινοῦμεν, ὅταν σύμφωνον σχῆμα ὁ κατʼ ἐπέμβασιν πρὸς τὸν παραδιδόντα ἔχῃ ἢ οἱ αὐτοὶ οἱ παραδιδόντες τοῖς παραλαμβάνουσιν
--- ὅμοιον σχῆμα οἷον καὶ ἐπὶ γενέσεως. εἰ δὲ τὰ χρονικὰ ἄλλο τι σημαίνοιεν, ὁ δὲ ἐνιαυτὸς καὶ ἡ ἐπέμβασις ἄλλο, μεσότης τῶν τελουμένων ἔσται. καθολικῶς δὲ πᾶς ἀστὴρ ἐν τῇ παραδόσει ἢ τῇ παραλήψει δύνων ἄπρακτος καὶ κωλυτικὸς καθίσταται· καὶ ἐὰν ἀγαθοποιὸς εὑρεθῇ, φαντασίας μόνον παρέχει· ἐὰν δέ πως καὶ αἱ τρεῖς ἀφέσεις Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ἀνόμοια σημαίνοιεν, ποικίλον ἔσται τὸ ἔτος. πολλάκις μὲν οὖν ἐπὶ τῆς αὐτῆς αἱρέσεως παραδόσεως μὴ οὔσης οἱ καθολικοὶ χρόνοι μεγάλα καὶ ἐπίσημα ἀποτελέσματα ἐμήνυσαν· ὅθεν τὴν ἀρχὴν ἐκεῖθεν λαβόντας τότε ἐπὶ τοὺς ἐνιαυσιαίους χρόνους δεῖ χωρεῖν.
[*](20 ἐνδίαφορα dubium 27 sequebatur ωσιν ἢ ἔχωσιν 28 σημαίνειεν V 33 σημαίνειεν V ἔστω V)179