Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ζεὺς Σκορπίου μοίρᾳ ιδ΄ ὁρίοις Κρόνου· αἱ ιδ΄ Ταύρου εἰσὶν ὅρια Κρόνου· οὗτος ἑαυτῷ ἐχθρὸς οὐ γίνεται. ἔστιν οὖν ἰσανάφορον Σκορπίου Λέων· εἰσὶν οὖν αἱ ιδ΄ μοῖραι Λέοντος ὅρια Ἡλίου ἐλθὼν οὖν ὁ Ζεὺς ἐπὶ τοὺς τοῦ Ἡλίου τόπους ἀναρεῖ. Ἄρης Ταύρου μοίρᾳ κζ΄ ὁρίοις Ἡλίου· αἱ δὲ αὐταὶ Σκορπίου εἰσὶν ὅρια Ἡλίου. ἐχθρὸς δὲ αὐτὸς ἑαυτοῦ οὐ γίνεται· ζητεῖν οὖν τὰς Λέοντι μοίρας κζ΄ ἢ τῷ ἰσαναφόρῳ· εἰσὶ δὲ Ὑδροχόῳ κατὰ τὰς ὡριαίας διαστολάς. εἰσὶ δὲ αἱ κζ΄ Ὑδροχόου ὅρια Ἀφροδίτης· ἀποθανεῖται οὖν ὄντος Σκορπίῳ ἢ Ἰχθύσι τοῖς ἰσαναφόροις ἢ τοῖς τούτων τετραγώνοις. ἐὰν οὖν λογίσηταί τις τὰς κζ΄ τοῦ Λέοντος, εὑρήσει Κρόνου ὅρια· Κρόνος δὲ ἦν Καρκίνῳ ἀποθανεῖται οὖν Ἄρεως ὄντος Καρκίνῳ ἢ Τοξότῃ ἢ τοῖς τούτων τετραγώνοις.

Ἀφροδίτη Σκορπίῳ μοίρᾳ κζ΄ ὁρίοις Ἡλίου· αἱ διαμετροῦσαι Ταύρου μοῖραι λζ΄ εἰσὶν ὅρια Ἡλίου. αὐτὸς ἑαυτῷ ἐχθρὸς οὐ γίνεται· [*](19 si horoscopi quadratum, excidit: ὡροσκόπος Διδύμοις 21 congruunt haec cum finibus Chaldaeis (B. L. 210), at non Solis fines v. 23 25 Ἄρεως V 27 ἠ Va] εἰ Vb 29 ὄντος sc. Ἄρεως Piscium mentio vix recte se habet)

144
ζητῶ οὖν τῷ ἰσαναφόρῳ τοῦ Σκορπίου τὰς κζ΄, αἵ εἰσιν ὅρια Ἑρμοῦ. ἀποθανεῖται οὖν Ἀφροδίτης οὔσης Παρθένῳ, ὅπου Ἑρμῆς ἦν, ἢ τοῖς τετραγώνοις· δʼ αὐτὸ καὶ ἐπὶ τοῦ Ἑρμοῦ ποιητέον.

Σκοπεῖν δὲ δεῖ καὶ τὰς κατακλίσεις πρὸς τὸν ἐναντίον τόπον καὶ οἵους ἐπὶ τοὺς ἐχθροὺς τροπὰς ὄντας καὶ τοὺς μηνιαίους καὶ τοὺς ἡμερησίους καὶ ὡριαίους κλιμακτῆρας ποιοῦντας πρὸς τὴν τῆς Σελήνης τριακοντάδα, ἧς ὁ ἐναντίος ἀστὴρ εὑρίσκεται. ἐκ τε οὖν Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ὁ ἀφέτης κριθήσεται ἢ ὁ μετὰ τὸν ὡροσκόπον εὑρισκόμενος ἀστὴρ καὶ ἐξῆς τοῖς ἄλλοις ὡς ἔτυχον καὶ ἐπὶ τῆς γενέσεως ζῳδιακῶς καὶ μοιρικῶς διακρίνων ἀνὰ ἔτη α΄ καὶ μῆνας θ΄.