Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἀφροδίτη Καρκίνῳ, Σελήνη ὡροσκόπος Ἰχθύσι, Κρόνος Τοξότῃ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Σκορπίῳ, Ἑρμῆς Λέοντι, ὁ κλῆρος τῆς τύχης Καρκίνῳ ἀγαθοδαιμονῶν. ἡ κυρία τοῦ κλήρου ἐπὶ τοῦ κέντρου εὑρέθη· ἔθηκα τὰ ἐλάχιστα τῆς Σελήνης κε΄ ἔτη καὶ τοῦ Καρκίνου τὴν ἀναφορὰν τοῦ δευτέρου κλίματος ἔτη λβ΄ καὶ τοῦ οἰκοδεσπότου τῆς Σελήνης Διὸς ἔτη ιβ΄· γίνονται ἐπὶ τὸ αὐτὸ ἔτη ξθ΄· τοσούτων ἐτῶν ἐτελεύτα.
Ἄλλη. Ἥλιος Ὑδροχόῳ, Σελήνη ὡροσκόπος Παρθένῳ, ὁμοίως δὲ καὶ Ἄρης· Κρόνος Ζεὺς Ἑρμῆς Αἰγόκερῳ, Ἀφροδίτη Ἰχθύσιν, ὁ κλῆρος τῆς τύχης Ὑδροχόῳ ἀποκεκλικώς. ὁ κύριος ἀγαθοδαιμονῶν παῤ αἵρεσιν ἐμέρισε τὰ ἴδια ἔτη λ΄ καὶ μῆνας τοὺς αὐτοὺς ἰδίῳ τυχὼν ζῳδίῳ. τούτῳ δὲ συμπαρὼν Ζεὺς ἐμέρισεν ἐνιαυτόν· ἐτελεύτα τῷ λδ΄ ἔτει.
Παρατηρητέον οὖν ἐπὶ πάσης γενέσεως τὰς προγεγραμμένας ἀρχῇ παραγγελίας καὶ τὰς φάσεις καὶ τὰς μοίρας, ἵνα μὴ δόξωμεν καθʼ ἕκαστον εἶδος ὑπομιμνήσκειν καὶ τὰ αὐτὰ γράφειν· ὡς ἐπὶ ὑποδείγματος γὰρ ἀνάγκην ἔσχον προτάξαι γενέσεις.