Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Περὶ μὲν οὖν τῆς ὑποστάσεως τῶν ζωτικῶν χρόνων ἄλλοι μὲν ἀλλοίως παρέδωκαν· ἐπεὶ δὲ δοκεῖ ποικίλος καὶ πολυμερὴς ὑπάρχειν ὁ τόπος, καὶ αὐτοὶ δοκιμάσαντες αἱρέσεις ἐπιδιασαφήσομεν. ἔστω δὲ πρῶτος ἡμῖν λόγος ὁ περὶ ἐπικρατήσεως καὶ ἀκτινοβολίας καὶ οἰκοδεσποτείας· πρὸ πάντων δὲ ἡ ἐπικράτησις ζητείσθω περί τε τὸν Ἥλιον καὶ τὴν Σελήνην.

Τινὲς μὲν οὖν ἡμέρας ἔδοσαν Ἡλῖῳ, νυκτὸς δὲ Σελήνη· ἐγὼ δέ φημι καὶ νυκτὸς ἐπικρατεῖν Ἥλιον, ἡμέρας δὲ Σελήνην, ἐὰν ἐπικαίρως τύχωσιν ἐσχηματισμένοι· ἐὰν δὲ καὶ ἀμφοτέροις τοῦτο συμβῇ, τῷ μᾶλλον οἰκείως ἐσχηματισμένῳ καὶ αἱρέσει ἢ τριγώνῳ τετευχότι προσνέμειν τὴν ἐπικράτησιν. καὶ ἐκ τῶν ὁρίων τοῦ ἐπικρατήτορος εὑρίσκεται καὶ ὁ οἰκοδεσπότης· ἐὰν δʼ ἀμφότεροι παραπέσωσι, ὅριον τῆς ὡροσκοπούσης μοίρας ἢ τοῦ μεσουρανήματος γεννήσει τὴν οἰκοδεσποτείαν, κατὰ πλεῖστον δʼ ἐκείνου, οὗ ὁ κύριος οἰκεῖον σχηματισμὸν ἐπέχει ὡροσκόπου.

Ἔστωσαν δὲ αἱ ἐπικρατήσεις ἡμῖν δεδοκιμασμέναι αὗται. Πρώτη ἐπικράτησις Ἡλίου ὄντος Λέοντι, Σελήνης Καρκίνῳ· ὁ ὡροσκόπῳ ἢ μεσουρανήματι ἢ ἐπικαίρως ἐσχηματισμένος ἐπικρατήσει, ὁ δὲ κύριος τοῦ ὁρίου τὴν οἰκοδεσποτείαν ἐφέξει· ἐὰν δʼ ἀμφότεροι ἑνὸς ἀστέρος ὅριον ἔχωσιν, ἐκεῖνος ἀναμφιλέκτως καὶ οἰκοδεσπότης κριθήσεται. Δευτέρα ἐπικράτησις, ἐὰν ὁ Ἥλιος ὡροσκοπῇ τῆς Σελήνης κακοδαιμονούσης, ὁ Ἥλιος ἐπικρατήσει· ἐὰν ὁ Ἥλιος ἀγαθοδαιμονῇ, ἡ δὲ Σελήνη μεσουρανῇ, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος δύνῃ τῆς Σελήνης τῇ ἐπικαταδύσει [*](6 an 〈ἱκανὰς〉 αἱρέσες? 7 πρῶτον S 8 ζητήσθω S 14 καὶ fort del. 17 nempe ἐκεῖνο 18 an ὡροσκόπῳ? 20 sq. ὁ ω ἢ ο μ ἢ S)

133
οὔσης, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ὡροσκοπούσης, Σελήνη ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ὁμοίως τῳ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ἐπαναφερομένης τῷ ὡροσκόπῳ, ἡ Σελήνη ἐπικρατήσει. ἐὰν πάλιν ὁ Ἥλιος τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης μεσουρανούσης, Σελήνη ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ἐπαναφερομένης τῷ μεσουρανήματι, Σελήνη ἐπικρατήσει. ἐὰν Σελήνη τῷ ἀποκλίματι τοῦ μεσουρανήματος τύχῃ, ὁ δὲ Ἥλιος τῷ ὑπὸ γῆν κέντρῳ, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ἡ Σελήνη ἀποκλίνῃ τοῦ μεσουρανήματος, ὁ δὲ Ἥλιος τῇ ἐπαναφορᾷ τύχῃ τοῦ ὑπὸ γῆν κέντρου, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ἀποκλίνῃ τοῦ κατὰ κορυφὴν κέντρου τῆς Σελήνης ἐπαναφερομένης τῷ ὑπὸ γῆν, Σελήνη ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ἀποκλίνῃ τοῦ κατὰ κορυφὴν κέντρου, ἡ δὲ Σελήνη τύχῃ τῷ ὑπὸ γῆν κέντρῳ, Σελήνη ἐπικρατήσει. ἀμφοτέρων τῶν φώτων ἀποκεκλικότων τοῦ μεσουρανήματος ὁ ὡροσκόπος ἐπικρατήσει καὶ ὁ τῶν ὁρίων κύριος οἰκοδεσπότης κριθήσεται. ἐὰν Σελήνη ἐπαναφέρηται τῷ μεσουρανήματι, δὲ Ἥλιος θεῷ τύχῃ, ὁ πρῶτος ἐπιφέρων τὴν ἀκτῖνα τῷ ὡροσκόπῳ μοιρικῶς ἐπικρατήσει. Σελήνης καὶ Ἥλίου τῷ τρίτῳ ἀποκεκλικότων τοῦ ὡροσκόπου μεσουράνημα ἐπικρατήσει καὶ ὁ τῶν ὁρίων κύριος οἰκοδεσποτήσει· ὅθεν ἐὰν ἡμέρας γένηται, ἀκυρολόγητα τὰ φῶτα τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ· ὡροσκόπος ἐπικρατήσει καὶ ὁ τῶν μοιρῶν κύριος οἰκοδεσποτήσει· νυκτὸς δὲ τῷ ὑπὸ γῆν ἀποκεκλικότων μεσουράνημα ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος καὶ ἡ Σελήνη τῷ δυτικῷ τύχωσι ζῳδίῳ, ὅριον τῆς συνόδου ἐπικρατήσει καὶ ὁ κύριος τῶν μοιρῶν οἰκοδεσποτήσει. ὁμοίως καὶ ἐὰν τῷ ὡροσκόπῳ ἀμφότεροι τύχωσιν ἢ τῷ μεσουρανήματι ἢ τῷ ὑπὸ γῆν, ὅριον τῆς συνόδου ἐπικρατήσει καὶ ὁ κύριος τῶν ὁρίων οἰκοδεσποτήσει· ἐάν τε γὰρ αὐτῷ τῷ ζῳδίῳ ἑνὸς ἀστέρος ὅριον ἔχωσιν ἐάν τε ἄλλῳ, ἀπαραβάτως ἐκεῖνος οἰκοδεσποτήσει. ἐὰν δέ πως τῷ ἰδίῳ ταπεινώματι ὁ Ἥλιος εὑρεθῇ, οὐκ ἔσται ἀφέτης, ἐκτὸς εἰ μὴ μοιρικῶς ὡροσκοπῶν τύχῃ· ὡσαύτως δὲ καὶ ἡ Σελήνη Σκορπίῳ. Σελήνη συνοδικὴ εὑρισκομένη καὶ ὑπὸ τὰς αὐγὰς τοῦ Ἥλίου πεπτωκυῖα οὐ γίνεται ἀφέτης, ἐκτὸς εἰ μὴ καὶ αὐτὴ μοιρικῶς ὡροσκοπήσῃ. ἐπὶ δὲ πανσέληνον [*](13 τοῦ] τὰ S 22 οἰκοδεσποτήσας S 23 ἀκυρολογηται S 24 ἐπικρατήσας S 25 τὸ] τὰ S 27 ἐπικρατήσας S pro μοιρῶν in S signum obscurum 30 an τῶν μοριρῶν? an τῷ αὐτῷ? at cf. 134, 2 34 ibi enim deicitur συνοδικὴ] ζωδιακὴ S 35 ὑπὸ] ἀπὸ S 36 πανσελήνου S)
134
φερομένη ἐὰν ἐντὸς τοῦ ὡροσκοποῦντος ὁρίου λύη τὴν φάσιν, ἐστιν ἀφέτις καὶ αὐτὴ δὲ ἀναιρέτις, ἐὰν αὐτῇ τῇ ἡμέρᾳ λύῃ τὴν πανσέληνον, δεήσει οὖν σκοπεῖν τὰς μεταξὺ αὐτῆς καὶ τῆς πανσελήνου, πόσαι εἰσί, καὶ ἐπιγνόντας πλῆθος τῶν ἐτῶν ἀποφαίνεσθαι.