Ἀλλʼ ἐρεῖ τις, ὅτι ὁ οἰκοδεσπότης παραπεσών ὀλιγοχρόνιον ἐποίησε τοιγαροῦν παραπεσὼν οὔτε εὐδαίμονα βίον ὤφειλε μετρῆσαι, [*](2 sq. διεκπλήρους Va διεκπλῆρες Vb? ὁλοκλήρως Usener 3 fr. 24 Riess 7 τοὺς τρόπους Riess 8 μορφὴν Riess in ἄπαντα (sic) dea. V f. 96v 10 Petosiridis verba quo usque pertineant incertum 14 γενῶν Sa possis ἕτερος ⟨κύριος⟩ ἤ—δύναμιν otiosa 15 ἑτέρων S 20 βιαιοθανατοῦντες S 23 ἐπεισενεγκαμένην S 30 dele δὲ aut scr. τε 31 possis ⟨ὁ⟩ τῆς)
125
οὔτε ὑποτακτικὸν οὔτε ταπεινὸν γεννήσαντα τὸν οἰκοδεσπότην ἐχρῆν λαμπρὸν καὶ ἐπίσημον ὑστέρου κατασκευάσαι, οὐδὲ τὸν καλῶς ταχθέντα μηδεμιᾷ κακουργίᾳ συμφύραντα βιοθάνατον ἢ κατάδικον
--- ὅλως σχηματισθείς· ἀλλʼ ἥττονα μὲν γεννᾶ ὁ παραπεσὼν, ὁ δὲ τῆς δόξης καὶ τοῦ βίου κύριος ἐπίκεντρος εὑρεθεὶς καὶ παραλαβών τοὺς χρόνους λαμπρὸν κατασκευάσει. οὕτω καὶ ὁ τὸν εὐδαίμονα γεννήσας καὶ ἐπίκεντρος εὑρεθεὶς ἢ ἐν χρηματιστικοῖς τόποις διαφυλάσσει ἕως τῶν ἰδίων χρόνων, καθυπερτερηθεὶς δὲ ἢ διαμετρηθεὶς ὑπὸ τοῦ τὸ πάθος ἢ τὸ σίνος ἢ ἑτέραν τινὶ κακωτικὴν αἰτίαν μερίζοντος καὶ ἀντιπαραχωρήσας ἐξασθενήσει τῆς ἰδίας δυνάμεως. καὶ ἕτερα δὲ πλεῖστα ἐν τῷ τῶν ἀνθρώπων βίῳ ἐξαίρετα εἴωθε γίνεσθαι, ἅτινα οὐ διὰ μιᾶς οἰκοδεσποτείας οὐδὲ πραγματείας συνίσταται, ἀλλὰ διὰ πολλῶν. Ἐὰν οὖν τις ἀκριβῶς διεξιχνεύσῃ τοὺς τόπους καὶ τὰς οἰκοδεσποτείας, εὐκατάληπτον ἕξει περὶ ὃ εὐτυχεῖ μέρος ἡ γένεσις καὶ περὶ ὃ δυστυχεῖ, ὅσοι οὖν λόγον ἔχοντες ἀστέρες ἤτοι περὶ βίον ἢ ζωὴν ἢ σίνος ἢ πάθος ἢ πρᾶξιν ἢ καὶ περὶ τὰ λοιπὰ ἐπὶ ἑνὸς κακωθῶσι, περὶ ἐκεῖνο τὸ εἶδος καταβλάπτουσι τὴν γένεσιν. μᾶλλον μὲν οὖν εὑρίσκομεν τὸν συγγραφέα μιὴ χρώμενον μιᾷ δυνάμεως οἰκοδεσποτείᾳ· τὸ γάρ λέγειν ὁ μὲν γὰρ ἐπέχει πρᾶξιν, ὁ δὲ ὕπαρξιν χρόνων, ὁ δὲ μονὴν ἢ μετατροπήν, ὁ δὲ φθίσιν· καί· προκατοπτευόμενος τῆς συνοδικπης τοπογραφίας ἢ πανσεληνιακῆς ἀποχωρήσεως, ἧσπερ καὶ τὰ ὅλα ἀνήρτηται πρός τε τὰ κέντρα καὶ τὰς τούτων ἐπαναφοράς· καί· σκοπεῖν δὲ δεῖ τὸν ἐναρχόμενον γενεθλια λογεῖν δύσεως προδύσεως ἐπικαταδύσεως τόπον· ἐν γὰρ τούτοις εὑρίσκεσθαι τὴν πεπρωμένην τελευτήν· καὶ ἄλλα δὲ πολλά. δεῖ οὖν ἕτερον μὲν τόπον περὶ πράξεως λαμβάνειν καὶ δόξης, ἕτερον δὲ περὶ ζωῆς, ἕτερον περὶ σίνους καὶ πάθους καὶ θανάτου. οὐκ ἄρα οὖν πάντα ἑνὶ οἰκοδεσπότῃ κατακόλουια γενήσεται· εὐλόγως οὖν καὶ ἡμεῖς διὰ πολλῶν δυνάμεων τὰς ἀποδείξεις ποιούμεθα.
Ἀλλὰ περὶ μὲν τούτων καὶ ἐν ὑστέρῳ διασαφήσομεν καὶ μάλιστα [*](1 melius esset καὶ ταπεινὸν 2 ἐξυστέρως S 3 κακουγία S 8 διαφυλάσσειν S 14 τὰς] τούς S 19 sc. Petosiridem χρόμενον S nempe δυνάμει οἰκοδεσποτείας 20 possis οὕτω γὰρ λέγει; τῷ γὰρ Rad. cl. Demetr. p. 95 e compluribus locis Petosiridis haec excerpta ease puto 21 μετατροπῆς S 24 ἀνήρτησαι S ἐξ ἦσπερ et πρός τε τα coordinata videntur 27 ἐν] ἐὰν S δρωμένην S 30 θανάτους S)
126
εἰς τὰς τῶν χρόνων διαιρέσεις· νυνὶ δὲ ἐπείγομεν εἰς τὸν περὶ βιαιοθανάτων λόγον. ἐπὰν ὁ κύριος τῆς συνόδου ἢ πανσελήνου τῆς κατὰ γένεσιν ἀπόστροφος ὢν τοῦ ζῳδίου τύχῃ ἢ καὶ παραπέσῃ ὑπὸ κακοποιοῦ μαρτυρούμενος, βιαιοθανάτους προδηλοῖ. ὁμοίως δὲ καὶ ἐὰν ὁ Ἑρμῆς τῇ πανσελήνῳ ἐναντιωθῇ ὑπὸ κακοποιῶν μαρτυρούμενος, αἰτίαν θανάτου κακὴν ἀποτελεῖ, κἂν τῷ τῆς τεσσαρακοσταίας ζῳδίῳ Κρόνος ἢ Ἄρης ἢ Ἑρμῆς ἐπῇ, βιαιοθανασίας προδηλοῖ, τὸ δὲ ὅμοιον καὶ ἐπὶ τῆς δύσεως ἢ προδύσεως κακοποιοὶ τυχόντες βιαιοθανασίας καὶ αἰτίας παθῶν καὶ κακοθανασίας ἀποτελοῦσι. τὴν δὲ αὐτὴν δύναμιν καὶ ὁ ὄγδοος τόπος ἀπὸ ὡροσκόπου ἐφέξει πρὸς τὰς αἰτίας τῶν θανάτων, ὁμοίως καὶ ἀπὸ κλήρου τύχης τόπος η΄. Σκοπεῖν οὖν δεῖ τὸν κλῆρον καὶ τὸν τούτου κύριον, ἐπὶ ποίων ζῳδίων τυγχάνει· ἐν γὰρ τούτοις αἱ αἰτίαι τοῦ θανάτου προδειχθήσονται, ἐπεὶ καὶ κοσμικῶς ἡ Σελήνη, ἥτις ἐστὶν Τύχη, τῷ Κριῷ Ἡλιῳ συνοδεύουσα ἐν τῳ η΄ ζῳδίῳ Σκορπίῳ τὴν ἔκλειψιν καὶ ἀφαίρεσιν τοῦ φωτὸς ἐποιήσατο διὸ καὶ ταπείνωμα αὐτῆς προσηγορεύθη.