Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
ἐὰν δὲ Ἥλιος τοῦ γαμοστόλου κυριεύσῃ καὶ καλῶς σχηματισθῇ, τῇ δὲ Σελήνη συμπλακῇ ὁ τοῦ Διός, νομίμως συνελεύσονται καὶ βέβαιος ἢ ἔνδοξος ὁ γάμος γενήσεται. ἐὰν δέ πως ἡ Σελήνη ὑπὸ Κρόνου θεωρηθῇ, ἀρφανίας ὁ γάμος ἔσται ἢ ὑπὸ ἐπιτρόπων· ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης καὶ ὁ Ἄρης ὁμόσε τύχωσιν ἢ τῇ Σελήνῃ προσπλέκωνται, προεσκυλμέναις ἢ ἀπὸ συνηθείας συνελεύσονται. ἐὰν δέ πως ἡ Σελήνη ἢ Ἀφροδίτη τῷ Διὶ ἢ τῷ Ἡλίῳ συσχηματίσωνται τῶν λοιπῶν ἀπόντων, μονόγαμοι γίνονται.
Σκοπεῖν οὖν δεήσει ἐπί τε ἀνδρῶν καὶ γυναικῶν τὸν κλῆρον τῆς τύχης καὶ τὸν δαίμονα καὶ τὰ τούτων τετράγωνα καὶ διάμετρα τούς τε οἰκοδεσπότας καὶ τὸν κύριον, καὶ πότερον ἀγαθοποιοὶ ἢ κακοποιοί. καὶ εἰ μὲν τῆς αἱρέσεως ὄντες συσχηματίζονται, καλὸς ἔσται καὶ συμπαθὴς ὁ γάμος· ἐὰν δὲ οἱ τόποι ἢ οἱ κύριοι διαμετρήσεσιν ἀλλήλους ἢ ὑπὸ κακοποιῶν κατοπτευθῶσιν, ἐναντιώματα στάσεις ζηλοτυπίαι ἔχθραι κρίσεις περὶ τὴν συμβίωσιν γενήσονται, ἔσθʼ ὅτε μὲν οὖν καὶ ἀνάγκην ὑπομένοντες κολάζονται. ἐὰν δὲ τούτων σχηματιζομένων οἰκείως ὁ τοῦ Κρόνου ἐπιμαρτυρήσει, θανάτῳ ὁ χωρισμὸς ἔσται· ἐὰν δὲ Ἑρμῆς τύχῃ τοῦ δαίμονος κύριος, ἡ δὲ Σελήνη τοῦ γαμοστόλου καὶ συμπαρῶσιν ἢ μαρτυρῶσιν ἀλλήλοις, συνελεύσεται κυρίαις ὁ τοιοῦτος ἢ ὑπερεχούσαις γυναιξὶν ἢ βίῳ ἢ γένει. ἐὰν δέ πως καὶ ὁ τοῦ Διὸς συμμαρτυρήσῃ, ἐπωφελὴς καὶ συμπαθὴς ἡ συνέλευσις ἔσται· ἐὰν δὲ Κρόνος ἢ Ἄρης, ταραχαὶ ἢ φθόνοι ἢ χωρισμοὶ γενήσονται καὶ κακωτικαὶ αἰτίαι παρακολουθήσουσιν. ἐὰν δέ πως Ζεὺς οἰκοδεσποτῇ καὶ τῇ Σελήνη συσχηματίζηται καὶ Κρόνος μαρτυρῆ, μητρὶ ἢ μητρυιᾷ συνελεύσεται· εἰ δὲ καὶ Σελήνη μὴ ἔχουσα λόγον πρὸς τὸν κλῆρον τῆς μητρός, πρεσβυτέραις συνελεύσεται. ἐὰν δὲ ὁ τοῦ Διὸς οἰκοδεσποτῇ τοῦ δαίμονος, ὁ δὲ τῆς Ἀφροδίτης τοῦ γαμοστόλου, ἀδελφαῖς ἢ συγγενέσι συνέρχονται· καὶ ἐὰν μὲν ὁ Κρόνος ἐπιμαρτυρήσῃ, λαθραίως τὸ γινόμενον ἔσται· ἐὰν δὲ Ἑρμῆς ἢ Ἄρης, χωρισμοὶ ἢ δειγματισμοὶ γενήσονται. ἐὰν δὲ τοῦ Κρόνου ἀπόντος Ἥλιος μαρτυρήσῃ, νόμῳ καὶ φιλίᾳ γενήσεται καὶ συμπαθὴς ὁ γάμος καὶ ἐπωφελής· ἐὰν δὲ ὁ Ἡλιος οἰκοδεσποτῇ, ἡ δὲ Σελήνη κυριεύσῃ τοῦ γαμοστόλου καὶ συσχηματισθῇ τῷ Ἡλίῳ καὶ Διὸς μαρτυροῦντος, συμπαθὴς καὶ ἰσότιμος καὶ νόμιμος ὁ γάμος ἔσται ἔνδοξός τε καὶ λαμπρός. ἐὰν Ἡλίου οἰκοδεσποτοῦντος Ἀφροδίτη τοῦ γαμοστόλου κυριεύσῃ Κρόνου μαρτυροῦντος, ἐπὶ θυγατρὶ ψογισθήσεται. [*](4 nempe ἀπὸ 8 μονόγαμοι V 16 καὶ διʼ ἀνάγκης V 24 παρακολουθήσωσιν V 26 σελήνην μὴ ἔχουσαν V)