Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ἀνδράσι μὲν ἀπὸ Ἡλίου ἐπὶ Ἀφροδίτην, γυναιξὶ δὲ ἀπὸ Σελήνης ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου· ἀμφοτέρων γὰρ τῶν φώτων εἰσὶ φθορεῖς Ἀφροδίτη καὶ Ἄρης διὰ τὸ τὸν μὲν Ἥλιον ὑψούμενον Κριῷ τῳ Ζυγῷ φθείρεσθαι καὶ μείωσιν ποιεῖσθαι. τῆς ἡμέρας, τὴν δὲ Σελήνην ὑψουμένην Ταύρῳ τῷ Σκορπίῳ ταπεινοῦσθαι καὶ ἀφαίρεσιν τοῦ φωτὸς κοσμικῶς ποιεῖσθαι. ἔσται οὖν ἡ μὲν Ἀφροδίτη τῶν ἀνδρῶν γαμοστόλος, ὁ δὲ Ἄρης τῶν γυναικῶν καθολικῶς· ὅθεν ἐπὶ μὲν τῶν ἀνδρῶν τὸν περὶ γάμου τόπον δεῖ συμφωνεῖν τῷ δαίμονι, ἐπὶ δὲ γυναικῶν τῷ κλήρῳ τῆς τύχης διὰ τὴν ἀλληλουχίαν καὶ συνέλευσιν Ἡλίου καὶ Σελήνης· οὕτως γὰρ συμπαθὴς καὶ παράνομος ὁ γάμος κριθήσεται. ἐὰν οὖν τῷ γαμοστολικῷ τόπῳ πολλοὶ ἀστέρες ἐπῶσιν ἢ μαρτυρῶσιν, ἔσται πολυγαμία καὶ ἐὰν μὲν σὺν τῇ Σελήνη πλέκωνται οἱ ἀστέρες Διὸς μαρτυροῦντος, νόμῳ συνελεύσονται· ἐὰν δὲ Κρόνου, θανάτῳ χωρισθήσονται· ἐὰν δὲ Ἑρμοῦ χωρὶς τοῦ Διός, ἐπὶ δούλαις ψογηθήσονται. ἐὰν δὲ Ζεὺς μαρτυρήσῃ Κρόνῳ, νόμιμος γάμος ἀναδειχθήσεται ἢ καί τινας ἐξευγενίσουσιν· ἐὰν δέ πως τῇ Ἀφροδίτη προσπλέκωνται ἢ λόγον ἔχωσιν, ἀπὸ συνηθείας ὁ γάμος ἔσται· καὶ ἐὰν μὲν Ζεὺς μαρτυρήθῃ, καὶ νόμιμος ἔσται καὶ ἐπωφελὴς καὶ συμπαθὴς ὁ γάμος· ἐὰν δὲ τοῦ Διὸς ἀπόντος Κρόνος Ἑρμῆς Ἄρης μαρτυρῶσι, κοιναῖς καὶ ἀποτέκναις συνελεύσονται ἢ ἐπαίσχροις καὶ λελωβημέναις. τῇ δὲ Ἀφροδίτη ἡ Σελήνη ἐὰν προσγένηται, τὸ ἑταιρικὸν καὶ λάγνον ἐπακολουθήσει καὶ ζηλοτυπίαι καὶ στάσεις γενήσονται καὶ εὐυπόκριτος ἡ συμβίωσις.
[*](4 ᾖ] ἢ V 12 τὸ τὸν] τὸ τὸ V ἥλιον Vb] τοῦ ἡλίου Va 22 πλέκονται V 27 ἔχουσιν V 29 ἐπωφελεὶς ut vid. V 31 τῆ δὲ ?? ἢ ⦅ V 33 εὐαπόκριτος Raderm.)ἐὰν δὲ Ἥλιος τοῦ γαμοστόλου κυριεύσῃ καὶ καλῶς σχηματισθῇ, τῇ δὲ Σελήνη συμπλακῇ ὁ τοῦ Διός, νομίμως συνελεύσονται καὶ βέβαιος ἢ ἔνδοξος ὁ γάμος γενήσεται. ἐὰν δέ πως ἡ Σελήνη ὑπὸ Κρόνου θεωρηθῇ, ἀρφανίας ὁ γάμος ἔσται ἢ ὑπὸ ἐπιτρόπων· ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης καὶ ὁ Ἄρης ὁμόσε τύχωσιν ἢ τῇ Σελήνῃ προσπλέκωνται, προεσκυλμέναις ἢ ἀπὸ συνηθείας συνελεύσονται. ἐὰν δέ πως ἡ Σελήνη ἢ Ἀφροδίτη τῷ Διὶ ἢ τῷ Ἡλίῳ συσχηματίσωνται τῶν λοιπῶν ἀπόντων, μονόγαμοι γίνονται.
Σκοπεῖν οὖν δεήσει ἐπί τε ἀνδρῶν καὶ γυναικῶν τὸν κλῆρον τῆς τύχης καὶ τὸν δαίμονα καὶ τὰ τούτων τετράγωνα καὶ διάμετρα τούς τε οἰκοδεσπότας καὶ τὸν κύριον, καὶ πότερον ἀγαθοποιοὶ ἢ κακοποιοί. καὶ εἰ μὲν τῆς αἱρέσεως ὄντες συσχηματίζονται, καλὸς ἔσται καὶ συμπαθὴς ὁ γάμος· ἐὰν δὲ οἱ τόποι ἢ οἱ κύριοι διαμετρήσεσιν ἀλλήλους ἢ ὑπὸ κακοποιῶν κατοπτευθῶσιν, ἐναντιώματα στάσεις ζηλοτυπίαι ἔχθραι κρίσεις περὶ τὴν συμβίωσιν γενήσονται, ἔσθʼ ὅτε μὲν οὖν καὶ ἀνάγκην ὑπομένοντες κολάζονται. ἐὰν δὲ τούτων σχηματιζομένων οἰκείως ὁ τοῦ Κρόνου ἐπιμαρτυρήσει, θανάτῳ ὁ χωρισμὸς ἔσται· ἐὰν δὲ Ἑρμῆς τύχῃ τοῦ δαίμονος κύριος, ἡ δὲ Σελήνη τοῦ γαμοστόλου καὶ συμπαρῶσιν ἢ μαρτυρῶσιν ἀλλήλοις, συνελεύσεται κυρίαις ὁ τοιοῦτος ἢ ὑπερεχούσαις γυναιξὶν ἢ βίῳ ἢ γένει. ἐὰν δέ πως καὶ ὁ τοῦ Διὸς συμμαρτυρήσῃ, ἐπωφελὴς καὶ συμπαθὴς ἡ συνέλευσις ἔσται· ἐὰν δὲ Κρόνος ἢ Ἄρης, ταραχαὶ ἢ φθόνοι ἢ χωρισμοὶ γενήσονται καὶ κακωτικαὶ αἰτίαι παρακολουθήσουσιν. ἐὰν δέ πως Ζεὺς οἰκοδεσποτῇ καὶ τῇ Σελήνη συσχηματίζηται καὶ Κρόνος μαρτυρῆ, μητρὶ ἢ μητρυιᾷ συνελεύσεται· εἰ δὲ καὶ Σελήνη μὴ ἔχουσα λόγον πρὸς τὸν κλῆρον τῆς μητρός, πρεσβυτέραις συνελεύσεται. ἐὰν δὲ ὁ τοῦ Διὸς οἰκοδεσποτῇ τοῦ δαίμονος, ὁ δὲ τῆς Ἀφροδίτης τοῦ γαμοστόλου, ἀδελφαῖς ἢ συγγενέσι συνέρχονται· καὶ ἐὰν μὲν ὁ Κρόνος ἐπιμαρτυρήσῃ, λαθραίως τὸ γινόμενον ἔσται· ἐὰν δὲ Ἑρμῆς ἢ Ἄρης, χωρισμοὶ ἢ δειγματισμοὶ γενήσονται. ἐὰν δὲ τοῦ Κρόνου ἀπόντος Ἥλιος μαρτυρήσῃ, νόμῳ καὶ φιλίᾳ γενήσεται καὶ συμπαθὴς ὁ γάμος καὶ ἐπωφελής· ἐὰν δὲ ὁ Ἡλιος οἰκοδεσποτῇ, ἡ δὲ Σελήνη κυριεύσῃ τοῦ γαμοστόλου καὶ συσχηματισθῇ τῷ Ἡλίῳ καὶ Διὸς μαρτυροῦντος, συμπαθὴς καὶ ἰσότιμος καὶ νόμιμος ὁ γάμος ἔσται ἔνδοξός τε καὶ λαμπρός. ἐὰν Ἡλίου οἰκοδεσποτοῦντος Ἀφροδίτη τοῦ γαμοστόλου κυριεύσῃ Κρόνου μαρτυροῦντος, ἐπὶ θυγατρὶ ψογισθήσεται. [*](4 nempe ἀπὸ 8 μονόγαμοι V 16 καὶ διʼ ἀνάγκης V 24 παρακολουθήσωσιν V 26 σελήνην μὴ ἔχουσαν V)