Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐὰν δὲ καὶ δεδυκότες ὦσιν ὑπὸ τὰς αὐγὰς Ἄρης καὶ Ἀφροδήτη, λαθριμαῖοι μοιχεῖαι γενήσονται καὶ κρυπτὰ ἁμαρτήματα· ἐὰν δὲ καὶ ἀνατολικοὶ τύχωσιν ἢ ἐπίκεντροι, φανερώτερον· ἐὰν δὲ καὶ Ἑρμῆς ἀνατολικὸς συμπαρῇ αὐτοῖς, μᾶλλον ἔσται μοιχεία ἐπικίνδυνος καὶ διαβολή. καὶ ἐὰν μὲν Ζεὺς ἐπιμαρτυρῇ, ῥύεται· εἰ δὲ μή, συσχεθήσεται ἢ συναιρεθήσεται, ἐὰν τοῦτον ἔχῃ τὸν τρόπον τοῦ θανάτου· εἰ δὲ μή, ἀναλώσας πολλὰ σωθήσεται. ὅσοις δʼ ἂν συμβῇ κεῖσθαι τὴν Ἀφροδίτην κακῶς καὶ Ἄρεα κακοδαιμονοῦντα καὶ παῤ αἵρεσιν χρηματίζωσιν ἢ τῷ δύνοντι ζῳδίῳ τύχωσιν καὶ συναιρετιστοῦ οἴκῳ, χεῖρον ἔσονται φθοραὶ καὶ μοιχεῖαι ἐπικίνδυνοι, ἔσονται δὲ καὶ φθονικαὶ κατακρίσεις· ὁμοίως δὲ καὶ διαμετροῦντες ἀλλήλους ποιοῦσι τὰ προγεγραμμένα, ἐπιτατικώτερον [*](4 ληπήσει V 20 licetne ἐδεδώκεσαν? 21 θηλυκοῖς V 29 ἐπίμαρτυρεῖ V 30 si stellarum in genitura positione more ob adulterium ei decernitur 34 possis χείρονες 35 nempe φονικαί)

118
δὲ εἰς χωτιδμοὺς καὶ ἀηδίας καὶ ζηλοτυπίας καὶ ἀργὰς καὶ μᾶλλον ἐπιβουλὰς καὶ κινδύνους μεταλαμβάνουσι. διὰ δὲ τὸ τὸν Ἑρμῆν αὐτοῖς μαρτυρεῖν τὰ νεωτερικὰ ἐπακολουθεῖ ἁμαρτήματα, προσέτι δὲ καὶ εἰς δουλικὰ πρόσωπα καὶ παῖδας ἐμπλέκονται, πολυκοιτοῦσι δὲ καὶ μοιχαίνουσι καὶ καταφημίζονται, ὑποφθοραί τε ὑπὸ φίλων καὶ δούλων καὶ ἐχθρῶν καὶ στάσεις γίνονται καὶ φαρμακεῖαι. Ζεὺς δὲ συνὼν μαρτυρῶν μετὰ ἀφροδισίας τὰ προγεγραμμένα ἐπιτελεῖ λεληθότως καὶ ἐπὶ μείζονα προβιβάζονται ὕπαρξιν, μάλιστα ἐὰν ἀνατολικὸς ᾖ ἢ ἐπίκεντρος.

Ὅταν Ἄρης Ἀφροδίτη ἐπιμαρτυρῇ συμφώνως αὐτῇ, ἐκ μοιχείας συνέρχονται. ὅταν Ἀφροδίτη ἀνατολικῇ Ἑρμῆς ἐπιμαρτυρῇ Κρόνου μὴ κοινωνήσαντος μηδὲ τῷ οἰκοδεσπότῃ, παρθένοις καὶ νεωτέραις ζεύγνυνται· κὰν Ἄρης ἐπιβλέπῃ, μᾶλλον· κἂν Ζεύς, ἀξιωματικώτερον. καθόλου δὲ πάντως αὐτῇ συσχηματιζόμενος Ἑρμῆς ἐγκυλίει καὶ συμπλέκει νεωτέραις καὶ ὑποτεταγμέναις --- καὶ οἱ ἄνδρες καὶ γυναῖκες τῇ αὐτῇ γενέσει. ὁ δὲ Ἄρης ἐάν τε ὁμόσε αὐτῇ τύχῃ ἐάν τε τετράγωνος, μοιχοὺς λάγνους ἀναξίων ἐγκυλισμοὺς ψόγους χωρισμοὺς θανάτους συμβίων ποιεῖ· χεῖρον, ἐὰν διάμετρος ὁ Κρόνος, εἰς πρεσβυτέρας ἢ εἰς στειρώδη συνάπτει πρόσωπα· ὁ δὲ Ζεὺς ἀξιωματικὰ πρόσωπα. εἰ δὲ τῷ τοῦ Διὸς σὺν τῇ Ἀφροδίτη κειμένῳ καὶ ὁ τοῦ Κρόνου σχηματισθῇ, ὑπερεχούσαις γυναιξὶ ἢ δεσπότισι μίσγονται, τὸ δʼ ὅμοιον καὶ ἐπὶ γυναικῶν· πρὸς ἐπὶ τούτοις δὲ καὶ ὑστέρως καὶ ὀψίγαμοι καὶ ἐγκρατεῖς γίνονται καὶ σώφρονες, ὅταν ὁ τοῦ Ἄρεως καὶ ὁ τοῦ Ἑρμοῦ ἀλλοτριωθῶσι τῆς Ἀφροδίτης. ἐὰν δὲ Κρόνος καὶ Ζεὺς συνῇ ἢ τρίγωνοι αὐτὴν μαρτυρῶσι, βεβαιότερα. ὅσοι Ἀφροδίτην ἑῷαν ἀνατολικὴν ἔχουσιν ἐπὶ ἀρρενικῆς γενέσεως, ἐπιτακτικοὶ γίνονται γυναικῶν· ὅσοι δὲ ὑπὸ τὰς αὐγάς, ὑποτάσσονται· τὸ ἀνάπαλιν ἐπὶ θηλυκῶν.