Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Σελήνη καὶ Ἀφροδίτη ὁμόκεντροι ἀδελφαῖς ἢ ἀδελφοῖς ἐπιπλέκονται μάλιστα Διὸς καὶ Ἄρεως ἐπιμαρτυρούντων. Σελήνη καὶ Ἀφροδίτη τετράγωνοι ἢ διάμετροι ζηλοτύπους ποιοῦσιν· Ἄρεως δὲ ἐπιμαρτυρήσαντος μείζων ἡ ἐπίτασις. Σελήνη Ἀφροδίτη τρίγωνος ἰδίῳ οἴκῳ ἢ τετράγωνος, μάλιστα ἐπίκεντροι, συγγενικούς δίδωσι γάμους, καὶ μᾶλλον Ἄρεως καὶ Διὸς μαρτυρησάντων. Ἥλιος ἰδίῳ οἴκῳ ἢ ὑψώματι μετὰ Διὸς καὶ Ἀφροδίτης [*](1 αὐτὸν V 2 φαῦλος V ατυχὴς V 6 πάθει Va corr. Vb 9 δυσαναλλάκτους V 21 expectes ἁμαρτήμασιν αὐτοὺς 23 ἀγενέσι V 25 sq. οἰκοδεσποτοῦντα et καθυπερτεροῦντα V 27 ἐπιπιπλακήσονται V γυναικὸς (sc. genitura)] γυναῖκα V 32 numeros emendare (possis ἐπίκεντρος) otiosum duxi)

116
συγγενικῷ γάμῳ ζευγνύουσιν ἀπὸ πατρός· Ἀφροδίτη ἰδίῳ οἴκῳ ἢ ὑψώματι Διὸς καὶ Ἀφροδίτης ὁρίοις σὺν Ἑρμῇ καὶ Σελήνη συγγενικῷ γάμῳ ζευγνύουσιν ἀπὸ μητρός. Ἀφροδίτη τῷ ὑπογείῳ κέντρῳ τυχοῦσα μετὰ Σελήνης ἢ καὶ εἰ διαμετρήσωσιν ἀλλήλας ἢ καὶ ἀντιμεσουρανήσωσιν, ἀδελφικοῖς ἢ συγγενικοῖς ζευγνύουσι προσώποις. πάντοτε Κρόνος Ἀφροδίτην ἐπιδεκατεύων ἢ εἰ διαμετρήσει ἢ εἰ σὺν αὐτῇ τύχη ἢ οἰκοδεσποτεῖ αὐτῆς, ψύξει τοὺς γάμους ἢ ῥυπαίνει, καὶ μᾶλλον Ἑρμοῦ μαρτυροῦντος. Κρόνος καὶ Αφροδίτη τῇ ἐπαναφορᾷ ἢ ἐπὶ κέντρῳ αὐτῇ μαρτυρῶν ποιεῖ αἰσχρούς καὶ καταφερεῖς καὶ νεωτερίζοντας καὶ ἀναξίαις ἢ δούλαις ἐπιπλεκομένους, ὧν χάριν χειμασθήσονται, ἐὰν μή τις μεσεμβολῶν διακόψῃ τὴν κάκωσιν. ἐὰν δὲ ὁ τοῦ Διὸς μαρτυρῇ. πολλὰ καὶ τῶν ἀτακτημάτων κρυβήσεται καὶ οὐκ ἔσται αίσχρά· ἐπιμιγήσονται γὰρ καὶ ὑπερεχούσαις γυναιξὶ καὶ ταῖς τῶν γνωρίμων καὶ οὐ πολυτεκνήσουσιν αἵ τε θυνερχόμεναι αὐτοῖς στειρωθήσονται ἢ καὶ βραδέως συλλήψονται καὶ συλλαβοῦσαι διαφθείρουσι· τὰ δʼ ὅμοια καὶ ἐπὶ θηλυκῆς γενέσεως νοείσθω.

Ἐὰν Κρόνος τῇ Ἀφροδίτη συμμαρτυρῇ ἢ ὁρίοις αὐτῆς ᾖ, αὐτὴ δὲ ἡ Ἀφροδίτη σὺν Διὶ καὶ Ἀρεῖ σχηματισθῇ, προκοπὴ μὲν ἔσται διὰ τέκνου ἢ θηλυκοῦ προσώπου καὶ ὄψεται εὐτυχίας, τὸ δὲ τέλος διαμαρτήσει, ἐὰν μὴ ἰδίοις τύχωσιν οἴκοις ἢ ὑψώμασι χρηματίζοντες. ἐὰν ὑπὸ Διὸς Σελήνη ἀκτινοβοληθῇ ἢ συσχηματίζηται αὐτῷ, ὁ δὲ Κρόνος αὐτῇ σὺν τῷ Διὶ μαρτυρῇ, ἀναξίᾳ γυναικὶ καὶ ἀργυρωνήτῳ συνοικήσει· τὸ γὰρ ἀξίωμα ὁ Κρόνος βλάπτει. ἐὰν δὲ ἐπὶ τούτου τοῦ σχήματος ἡ Ἀφροδίτη ὑψώματι ὑπάρχῃ ὑπὸ Διὸς μαρτυρουμένη, διὰ ταύτην προβιβασμοῖς καὶ ὑπάρξει γνωσθήσεται παρὰ μεγάλοις ἀνδράσιν. ἐὰν δὲ καὶ Ἑρμῆς σχηματίζηται ἐπὶ τοῦδε τοῦ διαθέματος, πρακτικοὶ μὲν ἔσονται καὶ εὐεπίβολοι καὶ φρόνιμοι καὶ ἐπαφρόδιτοι, πολύκοιτοι δὲ καὶ ἐπὶ πολὺ ἀστατοῦντες περὶ τοὺς γάμους. καθόλου δὲ Ζεὺς Ἀφροδίτην ἐπιθεωρῶν ἢ καὶ οἰκειούμενος αὐτῇ ἢ καὶ κατὰ μοῖραν σύμφωνος αὐτῇ εὐσυναλλάκτους ποιήσει καὶ ἀπὸ γυναικῶν ὠφελουμένους τάς τε γυναῖκας ἀπὸ ἀνδρῶν κἀν κεκακωμένη ᾖ, ἐπικουρεῖται ὡς μὴ πάντα διασφάλλεσθαι.