Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τούτων οὕτως ἐχόντων σκοπεῖν δεήσει ἀκριβῶς ἐπὶ πάσης γενέσεως τὸν κλῆρον τῆς τύχης, εἰς ποῖον ζῴδιον ἐξέπεσε, καὶ ἡ τοῦ ζῳδίου φύσις σημαίνει σίνος· μάλιστα δὲ ὁ τοῦ κλήρου τῆς τύχης κύριος ὁποίῳ ἄν ᾖ ζῳδίῳ. ὁμοίως δὲ καὶ τὸν δαίμονα καὶ τὸν τούτου κύριον σκοπεῖν, εἰς ποῖα ζῴδια ἐξέπεσε, καὶ οὗτοι τὰ πάθη δηλώσουσι· καὶ οἱ εἰς τὸν περὶ πράξεως τόπον ὡσαύτως σοι νοηθήσονται. ἐνεργέστερα μὲν οὖν τὰ σίνη καὶ τὰ πάθη γενήσεται, ἐπὰν κακοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσι τοῖς τόποις ἢ τοῖς οἰκοδεσπόταις· γίνονται δὲ ἀσινεῖς ἢ ἀπαθεῖς, ὅταν καλῶς οἱ τόποι καὶ οἱ κύριοι ἀκάκωτοι τύχωσιν. ἕκαστος μὲν οὖν ἀστὴρ ἴδιον ἀποτέλεσμα ποιεῖ ἧς ἔλαχε φύσεως. ἐὰν γὰρ ὑποθέσεως χάριν ὁ κλῆρος εἰς Κριὸν ἐμπέσῃ ἢ ὁ τούτου κύριος Ἄρης --- ἐπῇ καὶ τοῦ Κριοῦ καὶ τοῦ Σκορπίου ἐκυρίευσε], προλέγειν σίνος περὶ κεφαλὴν καὶ μόριον ἢ ἕδραν· οἷον ⟨γὰρ⟩ εἴωθε κατὰ τὴν ἰδίαν φύσιν ὁ ἀστὴρ ἀποτελεῖν, ἀποτελέσει. ἔσθʼ ὅτε ἢ γὰρ ἀμφοτέρων τῶν τόπων κακωθέντων τὰ σίνη καὶ τὰ πάθη γίνονται, καὶ μάλιστα ὅταν κακοποιοὶ κυριεύσωσιν ἢ ἐπιμαρτυρήσωσιν. Ἔστω δὲ ἐπὶ ὑποδείγματι, ἵνα μὴ δόξωμεν ἀποκρύφως εἰρηκέναι, Ἥλιος Ζεὺς Ἄρης Αἰγόκερῳ, Σελήνη ὡροσκόπος Λέοντι, Κρόνος Ταύρῳ, Ἀφροδίτη Ἑρμῆς Ὑδροχόῳ, ὁ κλῆρος τῆς τύχης Αἰγόκερῳ. ὁ κύριος τῆς τύχης Κρόνος Ταύρῳ· γέγονε πηρὸς διὰ τὴν Πληιάδα καὶ διὰ τὸν κακοποιὸν Κρόνον καὶ ἀρρητοποιὸς [*](4 an ⟨ἀπὸ〉 θηρίων? 5 σπαστικὰ] παθητικῶν S 7 τριβῶδες S 9 ἐλεφαντιῶνας S 17 μάλιστα geminat S 24 nempe καλῶς ⟨πέσωσιν⟩ 33 solet ὑποδείγματος)

112
διʼ ἀμφότερα τὰ ζῴδια· καὶ γὰρ Ζεὺς ὁ κύριος τοῦ δαίμονος τοῦ ἐν Ἰχθύσιν Αἰγόκερῳ εὑρέθη. καὶ ἐκ τούτων δὲ ἐδηλώθη ὅτι ὁ ποδαγρός· ἀρκετὸν μὲν ἦν ἀπὸ τοῦ κλήρου καὶ τοῦ κυρίου πάθος καὶ σίνος εὑρηκέναι.

Ἄλλη. Ἥλιος Ἀχροδίτη Ἄρης Τοξότῃ, Σελήνη Ζυγῷ. Κρόνος Καρκίνῳ, Ζεὺς Παρθένῳ, Ἑρμῆς Σκορπίῳ, ὡροσκόπος Αἰγόκερῳ. κλῆρος Σκορπίῳ· ἐσινώθη μόριον. ὁ κύριος τοῦ Σκορπίου Τοξότῃ γέγονε φαλακρὸς καὶ πηρὸς διὰ τὴν ἀκίδα. Ζεὺς δὲ ὁ κύριος Ἄρεως καὶ τοῦ δαίμονος τῷ περὶ θεοῦ τόπῳ εὑρεθεὶς ἐποίησεν ἀναβλέψαι διὰ θεοῦ· γέγονε δὲ καὶ χρησμοδότης.

Ὅθεν καὶ οἱ ἀγαθοποιοὶ σίνεσι καὶ πάθεσι περιτρέπουσι κακῶς πεσόντες καὶ οἱ κακοποιοὶ καλῶς ἀσινεῖς, αἰτίας μόνον καὶ χρονικά ἐμποιοῦντες. ἐὰν δέ πως οἱ κυριεύσαντες κλήρου ἢ δαίμονος τῷ θεῷ ἢ τῇ θεᾷ τύχωσιν ὑπὸ κακοποιῶν ἐναπειλημμένοι ἢ μαρτυρούμενοι, ἀπροφθεγγομένους ἢ μανιώδεις ἢ πρσγνωστικοὺς ἀποτελοῦσιν. εἰκότως μὲν ὁ συγγραφεὺς ἔφη· ἐὰν ὁ τὸ σίνος ἀποδεικνύων ἐπὶ κραταιοῦ τόπου τυχὼν ὑπὸ κακοποιοῦ κατοπτευθῇ, δυσεξάλειπτα καὶ οὐκ ἰάσιμα τὰ συμβαματικὰ πάθη γενήσεται· εἰ δὲ τῷ λυπουμένῳ τόπῳ ἀγαθοποιὸς ἐπῇ ἢ προσεπιμαρτυρἡσῃ, ἤτοι ἰατρείαις ἢ θεοῦ βοηθείᾳ ἀπαλλαγήσονται. κραταιοὺς οὖν τόπους λέγει τὰ κέντρα καὶ τῶν κλήρων τὰς δύο ἐπαναφοράς, καὶ μάλιστα ὅταν οἱ κακοποιοὶ --- λαχόντες ἐπῶσι τούτοις. χρὴ μὲν οὖν ἀκριβῶς καὶ μοιρικῶς τούς κλήρους ἐξετάζειν· πολλάκις γὰρ κατὰ μὲν τὴν πλατικὴν θεωρίαν εἴς τι ζῴδιον συνεκπίπτει ὁ κλῆρος, κατὰ δὲ τὴν μοιρικὴν εἰς ἄλλο. συμβαίνει δὲ τοῦτο παρὰ τὰς τῶν φώτων καὶ ὡροσκόπου μοίρας, εἰ ἤτοι ἐπὶ τέλει ἢ ἀρχαῖς τῶν ζῳδίων εὑρίσκεται. καθολικῶς μὲν οὖν Ἥλιος Σελήνη Κρόνος Ἑρμῆς διάμετροι ἢ ἐπαναφερόμενοι σίνη περὶ ὄρασιν καὶ αἰτίας ἑτέρων παθῶν ἢ μανίας ἢ ἀποπληξίας ἐπιφέρουσι. Ἄρεῖ Ἥλιος ἐπαναφερόμενος ἢ τῳ αὐτῷ ζῳδίῳ ὑπάρχων ἀναφορικοὺς αἱμοπτυῖκοὺς καρδιακοὺς ἀποτελεῖ καὶ περὶ ὁρατικὸν σίνη. Κρόνος δὲ καὶ Ἄρης τῷ ὑπογείῳ ἤτοι ὁμόσε ἢ κατὰ μόνας ἐπισκιασμούς ἢ καταπτωτικούς ἢ θεῶν ἢ νεκρῶν εἰδωλοποιητὰς καὶ ἀποκρύφων ἢ ἀπορρήτων μύστας· τὸ δʼ ὅμοιον, κἂν τὴν σύνοδον ἢ πανσέληνον καθυπερτερήσωσιν ἢ διαμετρήσωσιν ἢ καὶ κατὰ μόνας τὴν Σελήνην ἢ τῆς Σελήνης φάσιν τινὰ λυούσης κατοπτεύσωσι, [*](3 nempe μέντοι 16 Petosiris vel Nechepso 18 δυξάλειπτα? S 23 a λαχόντες inc. V f. 96)

113
μανιώδεις ἐκστατικούς πτωματικοὺς ἀποφθεγγομένους ἀπεργάζονται.