Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ἄλλη. Ἥλιος Ζεὺς Ἀφροδίτη Ἰχθύσι, Σελήνη Ζυγῷ, Ἄρης Καρκίνῳ, Ἑρμῆς Ὑδροχόῳ, Κρόνος Σκορπίῳ, ὡροσκόπος Λέοντι. ὁ τοιοῦτος ἔνδοξος ἐξουσιαστικός· ἐδορυφορήθη γὰρ ὁ Ἥλιος ὑπὸ τῶν ἀγαθοποιῶν καὶ εὑρέθη ἐπικείμενος τῷ κλήρῳ τῆς τύχης σὺν τῷ οἰκοδεσπότῃ. ἐπεὶ δὲ οἱ συναιρετισταὶ τοῦ τριγώνου παρέπεσον καὶ ὁ κύριος τοῦ δαίμονος ἀπόστροφος, ἔκπτωτος ἐγένετο καὶ ἑκὼν μετέστη. ἠναντιώθη δὲ καὶ τῇ περιποιήσει Ἄρης καὶ ὁ τοῦ ὑψώματος κύριος οὐκ ἔσχε τόπον ἐπιτήδειον, ἀλλʼ ὑπὸ Κρόνου καθυπερτερηθεὶς ἐκακώθη. ὅθεν, καθὼς προεῖπον, ἐὰν τὰ πλείονα σχήματα ἢ οἱ τούτων κύριοι ἐπιτόπως εὑρεθῶσι, καὶ δόξη καὶ βίου φαντασίᾳ γενήσονται· ἐὰν δὲ οἱ μὲν παραπέσωσιν οἱ δὲ οἰκείως εὑρεθῶσιν, ἀνεπίμονα τὰ τῆς δόξης καὶ τῆς τύχης γενήσεται.
Οἱ δὲ χρόνοι καταληπτέοι ἔσονται τῆς εὐτυχίας ἢ δυστυχίας ἀνωμαλίας τε καὶ εὐπραξίας ἐκ τῆς ἑκάστου ζῳδίου ἀναφορᾶς ἢ τῆς τοῦ ἀστέρος κυκλικῆς περιόδου. περὶ μὲν γάρ χρόνων ζωῆς ζητοῦντας δεῖ προσέχειν τῷ ὡροσκόπῳ καὶ Σελήνη ἢ τῷ ζῳδίῳ, ἐφ᾿ ᾧ οἱ κύριοι πάρεισι. πρὸς δὲ πρᾶξιν καὶ δόξαν τῳ κλήρῳ τῆς τύχης καὶ δαίμονι καὶ Ἡλίῳ ἢ συνόδῳ πανσελήνῳ τῳ τε ὑψώματι καὶ τῳ τούτου κυρίῳ. ἄρξουσι δὲ τοῦ πρώτου χρόνου κυριεύειν οἱ ἐπόντες πρώτῳ λόγῳ τῳ ὡροσκόπῳ, ἔπειτα οἱ τῳ μεσουρανήματι ἢ τῳ δύνοντι ἢ τῳ ὑπογείῳ. ἐὰν δὲ οἱ τόποι οὗτοι τύχωσι κενοί, οἱ ἐπὶ τῶν ἐπαναφορῶν· τούτων δὲ κενῶν τυχόντων οἱ τοῖς ἀποκλίμασι, καὶ εἰ μὴ τοσοῦτον σθένουσι, πλὴν τὰ πράγματα διοικονομήσουσι. πρότερον δὲ οἱ τοῦ ὡροσκόπου [*](1 φυγαδεία καὶ βιαιοθανασία M 3 ἄλλη om. M 7 παρέπεσον om. M 8 Sol dominus daemonis i. e. Leonis sexto ab eo loco 9 ἐναντιώθη M περιπ. eat ln Capricorno 11 κακώς S καλῶς M 14 καὶ τὰ τῆς τ. M 16 sq. om. M 17 nempe 18 ἢ τῆς ὁ. M 19 ἀπραξίας M 20 τῆς om S ἀστέρος S] χρόνου M 21 τὸν ὡροσκόπον καὶ (τὴν add. M) ⦅ (ἢ τὴν ζωὴν add. M) ἢ ζύδιον MS et possis προσβλέπειν 22 ἐφ᾿ ὧν M δόξας MS 28 τε om. S 24 ἄρχουσι Ma τώ χρόνω S 25 οἱ om. S 26 καὶ τ. δ. S οἱ τόποι om. M 27 οἱ S] ἢ M 28 μὴ S] μὲν M 29 δὲ om. M οἱ S] ἢ M)
Ὁμοίως δὲ καὶ τούς λοιποὺς τόπους καὶ τούς δεσπότας ζητοῦντας δεῖ συγκρίνειν τοὺς χρόνους, οἷον περὶ βίου ἀδελφῶν γονέων τέκνων καὶ τὰ ἐξῆς, τοὺς καταβλάπτοντας ἀστέρας ἢ ὠφελοῦντας καὶ περὶ τίνων ἔκαστος δύναται ἀποτελεῖν, ἵνα μὴ περὶ τῶν αὐτῶν πλειστάκις γράφωμεν· πρόκεινται γὰρ αὐτῶν αἱ φύσεις, ὑπομιμνήσκομεν δὲ καὶ πάλιν τοῖς μετὰ ταῦτα. πρότερον μὲν οὖν χρὴ τοῦ κυρίου τὴν ἐλαχίστην περίοδον μερίζειν καὶ τὴν τοῦ ἐπικειμένου, εἶθ’ οὕτως τὴν ἀναφορὰν τοῦ ζῳδίου ἢ τὴν ἐφʼ ᾧ ὁ κύριος ἔπεστιν· ἄλλως τε καθώς προείπαμεν σκοπεῖν τοὺς οἰκοδεσποτοῦντας τοῦ τριγώνου. ἐάν μὲν γὰρ ἀμφότεροι καλῶς πέσωσιν, ἐπίδοξα καὶ ἐπωφελῆ τὰ τῶν χρόνων γενήσεται· ἐὰν δὲ ἀπὸ μέρους, ὁμοίως· ἐὰν δὲ παραπέσωσιν, ἀρχῆς μέχρι τέλους ἀνώμαλος ἡ γένεσις ἔσται ἢ λύπαις καὶ κινδύνοις περιτραπήσεται, ἐκτὸς εἰ μὴ ὁ κλῆρος τῆς τύχης ἢ ὁ τούτου κύριος οἰκείως σχηματισθεὶς εὐπορίᾳ καὶ δόξῃ κατὰ τὴν ἰδίαν ὑπόστασιν καταστήσει τὴν γένεσιν. ἐὰν δὲ δύο ἢ πλείους ἀστέρες ἑνὶ ζῳδίῳ τύχωσιν, ἑκάστου μὲν ἡ περίοδος κατὰ μόνας συμπληρουμένη ἐνεργήσει, δὲ ἀποτέλεσμα ἡ δύο ἢ τριῶν ἀστέρων σύγκρασις δηλώσει· ὁμοίως δὲ καὶ ἡ ἀναφορά τοῦ ζῳδίου συμπληρωθεῖσα τατὰ μόνας καὶ πάλιν σὺν τῇ περιόδῳ τοῦ ἐπικειμένου ἀστέρος ἢ τοῦ κυρίου ἐνεργήσει. ἐὰν δέ πως ἐκ τῶν ἀναφορῶν καὶ τῶν περιόδων οἱ τοιοῦτοι χρόνοι συντρέχωσιν ἢ ἀγαθοποιῶν ἢ κακοποιῶν ἀστέρων ἢ ζῳδίων, ἀμφότερα γενήσεται οὐ κατʼ ἐκεῖνον τὸν χρόνον τά τε φαῦλα καὶ τὰ ἀγαθά.
[*](2 λοιμοῖς S] μερικοῖς M ἀποκλίμασιν om. S τελέαν τὴν ἀναφορὰν M fort. recte 4 τῆς S] τοῦ M ἐπαναφορᾶς M 5 τῶν alterum om. M 6 τε καὶ S] ἢ M 8 ln τόπων desinit M in fine fol. 286 11 iunge ζητοῦντας et τοὺς χρόνους 23 ἔσται] εἴη S 26 ἀστέρας ? S 27 συμαληρονμένους S 28 ἡ] ἢ S)Τὸν περὶ ἀποδημίας τόπον δύσληπτον ὄντα οὔτε Πετόσιρις οὔτε ὁ γνώριμος βασιλεὺς τοῖς ὑπομνήμασιν ἑαυτῶν ἐξεῖπον, ἢ μόνον εἰς τὸν τόπον τοῦτον τοῦτο εἰρήκασιν· εἰς τοὺς χρόνους εἴ τις τῶν κακοποιῶν ἔχει φάσιν, ἀποδημίαις καὶ σκυλμοῖς ποιήσει τὴν γένεσιν. ὅ ἐστιν ἀληθές· περαιτέρω δὲ τούτων οὐδὲν ἄλλο εἰς τὸν περὶ ξένης τόπον ἔχουσιν. ὁ δὲ θαυμασιώτατος Ἄβραμος τοῖς βιβλίοις αὐτοῦ τούτου τοῦ τόπου δέδειχεν ἡμῖν ἀλληλόσοά τε καὶ αὑτὸς ἰδίᾳ ἄλλα ἐξευρών τε καὶ δοκιμάσας ἐπὶ τῶν ἀποδηματικῶν μάλιστα γενέσεων· αἵτινες ἔχουσι θεωρήματα τάδε. τὰ φῶτα δύνοντα Ἄρης ἢ τὸν κλῆρον τῆς τύχης ὁρῶν εἰς ἀπόκλιμα τοῦ μεσουρανήματος ἢ τὴν Σελήνην ἢ τοὺς πλείστους τῶν ἀστέρων εἰς ὑπόγειον ἡμισφαίριον ὴ εἰ ὁ τῆς τύχης κύριος εἰς τὸν περὶ ξένης κλῆρον τὸν τόπον εὑρίσκοιτο ἢ καὶ διάμετρος πρὸς αὐτοὺς ἢ καὶ αὐτὴ ἡ τύχη πέση, ὅπου ὁ κλῆρος ὁ περὶ ἀποδημίας, καὶ τῷ κλήρῳ δὲ Ἄρης ἦ ἐπικείμενος ἢ τὸν τόπον ὁρῶν, ἀποδηματικὰς ποιεῖ γενέσεις· ὁμοίως καὶ τὴν τύχην ἢ δαίμονα.
Ἀριθμεῖται δὲ ὁ περὶ ξένης κλῆρος ἀπὸ Κρόνου ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. καὶ ταῦτα μὲν τὰ θεωρήματα εὐκινήτους γενέσεις ποιεῖ· τίσι δὲ καὶ καιροῖς καὶ χρόνοις ἔσονται αἱ ἀποδημίαι ταῖς τοιαύταις γενέσεσι, τὰ σχήματα δηλώσει τὰ ὑπὸ Ἀβράμου λεγόμενα. προσυποτάξομεν δὲ καὶ τὰ ἐμοὶ αὐτῷ τηρηθέντα· μηδεὶς δὲ ἡμᾶς τῶν ἐντυγχανόντων μεμφέσθω, εἰ τοὺς ἑτέρων πόνους καὶ τηρήσεις μὴ ἰδιοποιοῦμεν ὥς τινες, μαρτυροῦμεν δὲ τοῖς ἀνδράσιν. ἔλθωμεν δὲ εἰς προκείμενον.
Ἐπὶ γὰρ τῆς διαιρέσεως τῶν χρόνων τῶν πρακτικῶν κατὰ Ἄβραμον τῶν ἀπὸ τοῦ δαίμονος μεριζομένων μερίζει γὰρ οὖτος), ὅπου δἂν ὁ κλῆρος ὁ περὶ δαίμονος πίπτῃ ἐπὶ γενέσεως, τοῦ ζῳδίου ὅπου εὑρίσκεται ὁ κλῆρος τὸν κύριον ὅρα, πόσων ἐτῶν [*](3 ἢ] οἳ Wdl. 4 ipsa Aegyptdorum verba esee videntur 8 nempe τοῦτον τὸν τόπον δ. ἡμῖν· δηλώσω δὲ καὶ aut sim. 9 αύτοΐδια S 10 possia ἀποδημητικῶν at cf. 17 12 sequentia plurifariam corrupta 17 ᾖ] ἢ S 26 ἰδιοποιούμενος ὡς S 27 ἔλθω S 31 fort. ante ὅπου plura exviderunt ὁρᾶ S)
Τὰ ὑπόγεια ἔχοντα τοὺς χρόνους δίδωσι, μάλιστα καὶ τοῦ περὶ ἀποδημίας κλήρου εἰς τὰ ὑπόγεια πίπτοντος. κἂν οἱ κλῆροι πάλιν ὅ τε τῆς τύχης καὶ ὁ περὶ ἀποδημίας κακοποιούς ἔχωσιν ἐφεστῶτας ἢ ἐναντίους, ἀποδημίας πυκνὰς παρέχουσιν. ἐὰν τῳ ζῳδίῳ τῷ τοὺς χρόνους ἔχοντι ἐναντίος τύχῃ ὁ τοῦ περὶ ξένης ὢν κύριος, ἀποδημίᾳ ποιήσει τὴν γένεσιν. ἐὰν δὲ τῷ κλήρῳ τῆς τύχης καὶ ὁ τοῦ περὶ ἀποδημίας ὁμοῦ πέσῃ εἰς ὑπόγειον κέντρον, πολυαποδήμους ποιεῖ, μάλιστα ὑπὸ κακοποιῶν θεωρούμενος ἢ κατεχόμενος ἢ ὑπὸ φωτός. ἐὰν εος τι τῶν ζῳδίων τῶν κληρωθέντων ἔχειν ἐπιμερισμοὺς τῶν χρόνων ἡ τριμηνιαία πίπτει, κινήσεις παρέχει, μάλιστα ἐὰν ἔχῃ ἐναντίον ἀστέρα κακοποιὸν ἢ τὰ φῶτα ἑστῶτα ὁμοίως καὶ τοῖς ὑπεργείοις τόποις τοῖς ἀποκεκλικόσιν ἦ. εἰ ἐλάττων ἐπιμερισμὸς ἢ ἐναντίος τύχῃ, παροδικὴν ἀποδημίαν ἔξει ἡ γένεσις. καθυπέρτεροι δὲ ἀστέρες μάλιστα τοῖς ὑπογείοις οὖσι καθύγροις τοῖς ἔχουσιν ἐπιμερισμούς ἀποδημίας ποιοῦσι, μάλιστα ἐὰν ἦ ἔχοντα τὰ φῶτα ἐπικείμενα τὰ ζῴδια ἢ κακοποιούς.
Ἐξαιρέτως δὲ τὰ ὑποκείμενα σχήματα εὐεργέστερα ἔσται, εἰ ὁ καταγόμενος ἐνιαυτὸς τοῦ τόπου τῷ γεννωμένῳ κίνημα ἔχει ἀποδημίας εἴτε ἐκ καταβολῆς ἄνωθεν εἶεν ἔχοντες γενέσεις ἀποδημικὰς μάλιστα. ὅπου δʼ ἂν ὁ ἐπιμερισμὸς τῶν χρόνων πέσῃ τῶν καθολικῶν ὴ ἡ ὑποδιαίρεσις αὐτῶν, ἐκείνου τε τοῦ ζῳδίου ὁ κύριος εἴτε ἔκκεντρος ὢν εἴτε ἐπίκεντρος, ἐὰν μή τινα τῶν κακοποιῶν ἔχῃ ἐναντίον --- τῶν ζῳδίων ἢ τῶν φώτων ἐὰν ἐπικείμενος [*](1 ὅποι S ξένοις S 12 πίπτοντος] διδόντος S 17 ἐὰν] S 20 an del. τοῦ? 22 ὑπόφωτος S 23 χρ. ἤτοι μηνιαία ut vid. S 25 an ⟨ἢ⟩ τοῖς ἀπ.? ᾖ] ἢ S 30 nempe ἐνεργέστερα 31 fort. del. τοῦ 32 εἶεν ut vid. S 33 nempe ἀποδημητικὰς)
Περὶ προτελευτῆς γονέων ἄλλοι μὲν ἄλλως διεσάφησαν καὶ αὐτοὶ δὲ δοκιμάσαντες εὕρομεν οὕτως. ἐπειδὴ Ἥλιος σημαίνει πατέρα, δευτέρῳ δὲ τόπῳ Κρόνος, ἀκριβέστερον ἐπὶ τῶν νυκτὸς καὶ ἡμέρας ὁ συνοικειούμενος τῇ Σελήνη, τουτέστιν ὁ ἐπιθεωρούμενος ὑπʼ αὐτῆς καὶ συμπαρών ἢ οἴκῳ ἢ τριγώνῳ ὑπάρχων, ἐκεῖνος ἀναλαμβάνει τὸν πατρικὸν τόπον ὁμοίως δὲ καὶ ἡ Ἀφροδίτη τὸν μητρικὸν τόπον καὶ ἡ Σελήνη. σκοπεῖν οὖν δεήσει καθʼ ἑκάστην γένεσιν, τίς μᾶλλον ὑπὸ τῶν κακοποιῶν θεωρεῖται ἢ καὶ παραπέπτωκε, πότερον Ἥλιος ἢ Σελήνη ἢ Ἀφροδίτη ἢ Κρόνος, καίπερ αὐτὸς ἀναιρέτης ὑπάρχων τοῦ πατρός. ἐὰν γὰρ Ἥλιος τὸν πατρικὸν τόπον ἀναλαβὼν κατοπτευθῇ ὑπὸ Ἄρεως ἢ Κρόνου τῶν ἀγαθοποιῶν ἀπόντων, περὶ τὸν πατέρα ἡ προτελευτὴ γενήσεται· ἐὰν δὲ Σελήνη ἢ Ἀφροδίτη, περὶ τὴν μητέρα· ἐὰν δὲ ἀμφότερα τὰ φῶτα ὑπὸ κακοποιῶν κατοπτευθῇ ἢ καὶ Ἀφροδίτη, ὁ παραπεπτωκώς ἢ παῤ αἵρεσιν τετευχὼς τὴν προτελευτὴν σημαίνει.
Ἄλλως. Ἐὰν ὁ πατρικὸς κλῆρος ἀρσενικῷ ζῳδίῳ πέσῃ ἢ ὁ κύριος αὐτοῦ ὑπὸ κακοποιοῦ μαρτυρούμενος, πατρὸς προτελευτὴν σημαίνει. ὁμοίως καὶ ἐπὶ τοῦ μητρικοῦ κλήρου αὐτὸ συμβήσεται, ἐὰν μάλιστα ἀσφαλέστατά τις γνῷ εἰ πατήρ ἐστιν.
Ἄλλως. Ἀπὸ κυνὸς ἐπιτολῆς ἕως τῆς γενεσιακῆς ἡμέρας λαμβάνειν καὶ ἐκ τοῦ συναχθέντος ἀριθμοῦ ἀφαιρεῖν δωδεκάδας καὶ τὸν περιλειφθέντα ἐντὸς τῶν ιβ΄ ἀπολύειν ἀπὸ Σελήνης ἀνὰ μίαν· ἐὰν μὲν οὖν εἰς ἀρσενικὸν ζῴδιον καταλήξῃ, πατὴρ προτελευτήσει· ἐὰν δὲ εἰς θηλυκόν, μήτηρ. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως Μεχὶρ ιγ΄ ἀπὸ Ἐπιφὶ κ΄ ἕως τῆς ιγ΄ γίνονται σγ΄· ἀφεῖλον δωδεκάδας ις΄ λοιπὰ ια΄, ταῦτα ἀπὸ Σελήνης τῆς ἐν Σκορπίῳ κατέληξεν Παρθένῳ ζῳδίῳ θηλυκῷ· ἐπῆν δὲ καὶ Ἄρης· ἐγίνετο περὶ τὴν μητέρα ἡ προτελευτή.
Ἄλλως. Ἔστω γένεσις ἀποδείγματος χάριν Ἡλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ. Ἀφροδίτη Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Παρθένῳ. ὁ μὲν οὖν Κρόνος προσοικειωθεὶς [*](1 Dorothei praecepta diversa tradit Hephaest. II 5 (Catal. VI 96) 4 sc. τῶν γεννωμένων 5 ἐνοικειούμενος S 11 Saturnus per se parem interficere studet 21 sanane haec? 26 προκειμένης ex fonte transscripsit dormitans 27 computatio mira quod et vagis et fixis annis utitur; Sirius Ἐπιφὶ κ΄ ═ d. 14. Julii oritur anno p. Chr. n. 160 κ] κε΄ S 29 ἐπῆ S? 31 nempe ὑποδ.)
Ἄλλως. Ἐπὰν Ἥλιος καθυπερτερῇ Σελήνην, μήτηρ προτελευτᾷ· ἐὰν δὲ Σελήνη Ἥλιον, πατήρ· ἐὰν δὲ μηδέτερος τὸν ἕτερον καθυπερτερήσῃ καὶ ἀσχημάτιστοι γένωνται, λαμβάνω Κρόνον καὶ Ἀφροδίτην· ἐὰν δὲ μηδὲ οὗτοι, Κρόνον καὶ Σελήνην. ἐὰν δὲ Ἡλιος καθυπερτερῇ καὶ μέση γένηται Ἀφροδίτη, μεσεμβολήσει τὴν καθυπερτέρησιν. ἰδὲ οὖν Κρόνον, μήποτε καθυπερτερῆται ὑπὸ ταύτης, καὶ ἔσται μὲν ἢ περὶ τὸν πατέρα ἡ προμεταλλαγὴ ἢ ἀνάπαλιν ἀπὸ Κρόνου καὶ Ἀφροδίτης. εἰ δὲ μὴ γένηται ὁ μεσεμβολῶν τοὺς καθυπερτεροῦντας ἀλλήλους δύναμιν ἔχων καθυπερτερητικήν, εὐτονήσουσιν οἱ μεσέμβολοι ἀνῦσαι ἴδιον ἀποτέλεσμα. γίνονται δὲ καθυπερτερήσεις τῷ αὐτῷ ζῳδίῳ καὶ διαμέτρῳ, καὶ καθόλου ὁ ἐπερχόμενος ἀστὴρ ἑτέρῳ καθυπερτερεῖ τοῦτον ἢ ὁ τὴν μετ᾿ ἀλλήλων δύναμιν ἔχων καθυπερτερητικήν.
Τὰ μὲν οὖν περὶ πατρὸς λαμβάνεται ⟨οὕτως). ἡμέρας μὲν οὖν Ἥλιος χρηματίσει καὶ ζῴδιον, ἐφ᾿ οὗ ὁ Ἥλιος ἕστηκε, καὶ ὁ κύριος τοῦ ζῳδίου, ἐφʼ οὖ ὁ Ζεύς, καὶ ζῴδιον ὑποδεξάμενον τὸν Δία. τὰ δὲ περὶ μητρὸς λαμβάνεται οὕτως. ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου, ἐφʼ οὖ ἕστηκεν ἡ Σελήνη, καὶ τοῦ οἰκοδοχέως τῆς Σελήνης, ἡμέρας δὲ ἀπὸ Ἀφροδίτης καὶ τοῦ ζῳδίου, ἐφʼ οὗ ἕστηκεν ἡ Ἀφροδίτη. ὅταν τοίνυν οἱ χρηματίζοντες κατὰ τὴν ἰδίαν αἴρεσιν εὑρεθῶσιν ἰδίῳ οἴκῳ ἢ ἰδίοις ὑψώμασιν ἐπιδεκατευόμενοι ὑπό τινος ἀγαθοποιοῦ ἢ μαρτυρούμενοι ὁπωσοῦν ἄλλως καὶ μὴ ἀποκεκλικότες μηδὲ ᾧ χαίρουσι τόπῳ μὴ κακωθέντες ὑπό τινος τῶν κακοποιῶν, ἔνδοξα καὶ ἐπίσημα καὶ λαμπρὰ τὰ περὶ τοὺς γονεῖς δηλοῦσιν. ἐὰν δὲ ὑπό τινος τῶν φθοροποιῶν μαρτυρηθῇ ὁ σημᾶναι ἀφείλων τὰ περὶ τοὺς γονεῖς κατὰ τὴν παροῦσαν ἀκτινοβολίαν ἢ ἐπιδεκατείαν ἢ εἰς ὃν οὐ χαίρει τόπον εὑρεθῇ, ἀσήμους δηλώσει καὶ ἀδόξους τοὺς γονεῖς. συνδηλώσουσι [*](1 οἰκοδεσπότης S 2 nempe ἐπεθεωρήθη 13 haec turbata videntur an del. μή? 18 an κατάλληλον? 22 τοῦ ὑποδεξαμένου S 24 οἰκοδοχέως si ex Timaeo mutuatus eat, versibus ille scripsit aut oratione eata; cf. p. 103, 1. 4. 12 (105, 5) 29 nempe μηδὲ)
Ὁ δὲ κλῆρος τοῦ πατρὸς λαμβάνεται οὕτως. ἐπὶ ἡμερινῆς μὲν γενέσεως ἀπὸ Ἡλίου ἐπὶ Κρόνον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, τινὲς ἀπὸ Ἡλίου ἐπὶ Δία καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου· νυκτὸς δὲ ἀπὸ Ἀφροδίτης ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. ὁ μὲν οὖν κλῆρος τῶν γονέων οὕτως εὑρίσκεται· περὶ δὲ τοῦ πατρὸς εἰσποιητοῦ ἀπὸ τοῦ διαμέτρου τοῦ κλήρου κατὰ κάθετον ληπτέον. ἐὰν ἐπὶ τοῦ διαμέτρου τύχῃ ὁ τοῦ πατρικοῦ κλήρου κύριος ἢ τοῦ διαμέτρου ὁ κύριος ἐπὶ τοῦ κλήρου, εἰσποιητὸν δηλοῖ τὸν πατέρα· ὁμοίως καὶ ἐὰν ὁ τοῦ μητρικοῦ κλῆρος τῷ διαμέτρῳ εὑρεθῇ καὶ ὁ τοῦ διαμέτρου τοῦ κλήρου τῆς μητρὸς κύριος εὑρεθῇ τῷ τῆς μητρὸς κλήρῳ, ὅμοιον δηλώσει.
Ἄρης μετὰ Ἡλίου τετράγωνος κρόνῳ ὀρφανίαν ποιοῦσι. Κρόνος καὶ Ἄρης Ἑρμῇ συσχηματισθέντες ὡσαύτως Διὸς μὴ ἐπιθεωροῦντος ὀρφανοὶ γονέων γίνονται. Κρόνος μετὰ Διὸς δύνων ὀρφανοὺς ποιεῖ, Σελήνη διφυεῖ ζῳδίῳ οὖσα καὶ ὑπὸ Διὸς μαρτυρηθεῖσα ποιεῖ ἀπάτορας. ἐὰν δὲ Ἀφροδίτη ὡροσκοπῇ, [*](5 an [ἢ] καὶ? 6 an κακοποιούμενος? 11 dele καὶ alterum 13 χρηματίσειεν Raderm. haec vix sana 16 sq. δούλου καὶ ὑποτεταγμένου S 21 νυκτὸς] ἡμέρας S 35 ἀπάτορας S)
Τὰ δὲ ἤθη τῶν γονέων ἐκ τῶν συσχηματιζομένων ἀστέρων ληπτέον. Κρόνος μὲν γὰρ δείξει στυγνούς φθονερούς βαθυπονήρους καχυπόπτους ῥυπαρούς κρυπτούς πάθεσι περικυλιομένους, ἀπρεπεῖς ἁλισκομένους περὶ τε τὰ θεῖα, μεγιστάνων φίλους. Ζεὺς δὲ φιλαγάθους λαμπροὺς δωρηματικοὺς ἀνειμένους εὐφραντικούς. Ἄρης θρασεῖς ὀργίλους προπετεῖς ἐπηρεάστας παραβόλους πολυκινήτους πολυκινδύνους παροίνους μοχθώδεις ἐπὶ δὲ τῆς μητρὸς κατισχύσας τῆς Σελήνης Ἄρης ἢ τῆς Ἀφροδίτης οἰκοδεσποτῶν τραχεῖαν καὶ μοιχάδα δηλοῖ τὴν μητέρα καὶ ὐφʼ αἵματος ἢ φθορᾶς ὀξεῖ πάθει ἐνοχλουμένην, ἐὰν μή τις ἀγαθοποιὸς ἐφορῶν κουφίσῃ. Ἀφροδίτη δὲ τοῖς φωσὶ μαρτυροῦσα ἱλαροὺς φιλομούσους φιλευφροσύνους φιλοστόργους θρησκώδεις τοὺς γονεῖς δείκνυσιν. Ἑρμῆς δὲ κοινωνικούς τε καὶ οἰκονομικούς λόγου τινὸς ἢ ἐπιστήμης μετέχοντας, ψευδολογουμένους δὲ τὰ πολλὰ ἢ εἰς ὑποδεέστερα πρόσωπα ἁμαρτάνοντας. συνεπιβλέπειν δὲ χρὴ καὶ τοὺς τόπους. Ἥλιος μὲν γὰρ ἀρσενικῷ ζῳδίῳ κείμενος καὶ ὑπὸ ἀρσενικοῦ ἀστέρος μαρτυρούμενος γενναῖον δηλοῖ τὸν πατέρα, δὲ θηλυκῷ καὶ ὑπὸ Σελήνης μαρτυρούμενος ἀνειμένον καὶ θηλύφρονα δείκνυσιν. Ἥλιος θηλυκῷ ὑπὸ Κρόνου καὶ Ἀφροδίτης μαρτυρούμενος οὐκ ἀσινῆ οὐδὲ ἀφήμιστον δηλοῖ τὸν πατέρα. Σελήνη θηλυκῷ ζῳδίῳ καὶ ὑπὸ ἀρσενικῶν ἀστέρων μαρτυρουμένη ὀργίλην καὶ ἀκαταμάχητον τὴν μητέρα δείκνυσιν· θηλυκοῖς ζῳδίοις καὶ ὑπὸ Διὸς μαρτυρουμένη πρᾶον καὶ φιλάνθρωπον δηλοῖ τὴν μητέρα.