Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Τὰς κγ΄ νε΄ ἀπολύω ἀπὸ Λέοντος διδοὺς ἑκάστῳ ἀνὰ β΄· ἕως οὖν Διδύμων γίνονται κβ΄, καὶ λοιπὰ α΄ νε΄· ταύτας πολυπλασιάζω ἐπὶ τὸν ιε΄· γίνονται κη΄ με΄ Καρκίνου. εἶτα λαμβάνω ἀπὸ Ταύρου πάντοτε ἀνὰ μοῖραν σ΄ ἕως ἐκπεπτωκυίας μοίρας· γίνονται πθ΄ ἔγγιστα. ταύτας ἀναποδίζω ἀπὸ τῆς σεληνιακῆς μοίρας, ἥτις ἐστὶ Σκορπίου ζ΄· καταλήγει εἰς τὴν τοῦ Λέοντος μοῖραν η΄ ὁ ἀναβιβάζων. οὕτως καὶ ἐπὶ τῶν λοιπῶν γενέσεων σκοπεῖν δεήσει. ἐὰν δὲ καὶ ζῴδιον τοῦ πλάτους θέλω ἐπιγνῶναι, οὕτως ποιήσω. αὐτὰς μόνον τὰς τῇ ἐποχῇ παρακειμένας τοῦ πλάτους ιβ΄ τη΄ πολυπλασιάζω ἐπὶ τὸν ιε΄ γίνονται ρπδ΄ λ΄ ἀπολύω ἀπὸ Λέοντος· καταλήγει εἰς Υδροχόου δ΄ λ΄. εἶτα τὰς τῆς ἡμερησίας ταῖς σδ΄ παρακειμένας μοίρας πλάτους μοίρας ια΄ λζ΄ πολυπλασιάζω ἐπὶ τὸν ιε΄. γίνονται ροδ΄ ιε΄. ταύταις προσθεὶς τὰς τοῦ Ὑδροχόου δ΄ λ΄ ἀπέλυσα ἀπ᾿ αὐτοῦ· κατέληξε Καρκίνῳ κη με΄. οὕτως καὶ ἐπὶ τῶν λοιπῶν ἐποχῶν εὑρήσομεν ζῴδιον τοῦ πλάτους.
[*](1 πλήρη Vb fort. post ἔτη 3 βοᾱβ M αἱρω V, αἴρω M an ἀφαιρῶ? 5 τὴν om. M 7 ἀγαθοποί V 14 σμ M 16 τὸν] VM 18 με΄] νε΄ VM 19 totum caput XVII deest in M 22 τὸν M] τῶν V 23 nempe ἕως 〈τῆς〉 numerat a Tauri 1° usque ad Cancri 28° 45΄ 29 V ρπα΄ λ΄ V 32 (pro τὸν) et 𝒢οὁ ιε V)Τὸν δὲ βαθμὸν καὶ τὸν ἄνεμον οὕτως εὑρήσομεν. ἀπὸ Λέοντος ἕως Ζυγοῦ ἡ Σελήνη καταβαίνει βόρεια, ἀπὸ δὲ Σκορπίου ἕως Αἰγόκερω καταβαίνει νότια, ἀπὸ δὲ Ὑδροχόου ἕως Κριοῦ ἀναβαίνει τὰ νότια, ἀπὸ δὲ Ταύρου ἕως Καρκίνου ἀναβαίνει τὰ βόρεια. οἱ δὲ βαθμοὶ εὑρίσκονται οὕτως. ἐπεὶ ἕκαστος βαθμός ἐστι μοιρῶν ιε΄, δὲ ζῴδιον ἐπέχει μοίρας λ΄, ἐχέξει ἓν ἕκαστον ζῴδιον βαθμοὺς β΄. ἀπὸ Λέοντος οὖν τὴν ἄχεσιν ποιούμενοι τοῦ πλάτους εὑρήσομεν τὸν βαθμόν. ἐπεὶ οὖν τῇ προκειμένῃ γενέσει πλάτος εὑρέθη κγ΄ νε΄, καὶ ἀπολύσαντες ἀπὸ Λέοντος ἀνὰ μοίρας β΄ εὑρήσομεν Καρκίνου μοῖραν α΄ νε΄. ἔγνωμεν ὅτι ἡ Σελήνη ἀναβαίνει τὰ βόρεια περὶ βαθμὸν τοῦ ἀνέμου ἕκτον.
Εὖρον δὲ καὶ ποίῳ ζῳδίῳ ἡ Σελήνη ἀπὸ χειρὸς οὕτως. ἑκάστου βασιλέως τὴν πρόσθεσιν τῳ ζητουμένῳ ἔτει προσβάλλων μερίσεις εἰς τὸν γ΄ μή λοιπογραφῶν τὸν ἀριθμὸν ἀλλὰ κατέχων· ἐὰν μὲν γὰρ περισσεύῃ α΄, πρόσθες τ΄ τῷ ἀριθμῷ· ἐὰν δὲ β΄, κ΄· ἐὰν δὲ γ΄ μηδέν· ἄρτιος γὰρ ἀριθμός. εἶτα ἥμισυ τῶν ἀπὸ Θὼθ μηνῶν ἕως τοῦ γεννητικοῦ λαβὸν καὶ τάς ἡμέρας ἐπιπροσθεὶς τῳ πρώτῳ ἀριθμῷ καὶ ἀᾳ ελών, ἐὸν ἐνῇ, τριακοντάδας τὰς λοιπὰς ἀπόλυε ἀπὸ τοῦ ἡλιακοῦ ζῳδίου· ἐὰν μὲν ἀρχῇ ἦ, ἀνὰ β΄ U+2220΄, ἐὰν δὲ ὑστέραις, ἐπιβάλλον. ὅπου δ᾿ ἄν καταλήξῃ, ἐκεῖ ἡ Σελήνη.
Ὁμοίως δὲ τῷ αὐτῷ τρόπῳ τεθείσης γενέσεως τὴν ἡμέραν εὑρεῖν· τῷ ζητουμένῳ ἔτει τὴν πρόσθεσιν ἐπισυνθεὶς καὶ μερίσας ὡς πρόκειται εἰς τὸν γ΄ καὶ ἥμισυ τῶν μηνῶν ἐπιπροσθεὶς σημειοῦ τὸν ἀριθμόν· εἶτα εἰκάσας ἀπὸ Ἡλίου διάστημα ἕως τῆς Σελήνης ὡς ἑκάστου ζῳδίου ἀνὰ β΄ γ΄ σύγκρινε, τίς πλείων ἀριθμός. ἐὰν γὰρ ἀπὸ Ἡλίου ἕως Σελήνης διάστημα πλεονάζῃ, [*](1 om. M cf. III 4, ubi more suo prorsus alia de eadem re praecepta sequitur 3 ἡ σελήνη om. M 4 ἀπὸ δὲ — 5 νότια om. M 7 μοίρας om. V οὖν ἓν M 8 (Λέοντι) M 9 τὸν M] V προσκειμένη v 10 εὑρέθη om. V 12 quintum opinor 18 om. M 15 πρόθεσιν MV 16 μερίσης M λειπογραφῶν M 18 ὁ om. V 18 εἶτα τῶν ἀπὸ θὼθ τὰ U+2220΄΄ μηνῶν M 20 ἐνῇ Cumont] ἦν VM τριακοντάδες M 21 ἦν VM 24 δὲ om. V 26 πρόσκειται VM 28 τῆς ℂ V] τοῦ (ἡλίου) M 29 γὰρ V] ὁὲ M)
Οἷον ἕτος γ΄ Ἀδριανοῦ Ἀθύρ κη΄. τῷ γ΄ ἔτει προσέθηκα τὰς ἔθους τῷ βασιλεῖ προστιθεμένας β΄· γίνονται ε΄· ἐμέρισα εἰ. γ΄· λοιπαὶ β΄, ἀνθ ὧν προσβάλλω κ΄· γίνονται κε΄. καὶ ἥμισυ τῶν μηνῶν α΄ U+2220΄ καὶ τὴν κη΄ γίνονται νδ΄ U+2220΄. ἀφαιρῶ τριακοντάδα μίαν· λοιπαὶ κδ΄ U+2220΄· ἔσται ἡ Σελήνη ἀπὸ συνόδου τοσαύτας ἔχουσα ἡμέρας. ταύτας ἀπολύω ἀπὸ τοῦ ἡλιακοῦ ζῳδίου Τοξότου ἀνὰ βU+2220΄· καταλήγει ἡ Σελήνη Παρθένῳ τῇ προκειμένῃ ὴμέρᾳ.
Τὴν δὲ ἡμέραν οὕτως· πάλιν τῷ γ΄ ἔτει προσέθηκα τὰς β΄ καὶ ἐμέρισα παρὰ τὸν γ΄ λοιπαὶ β΄. ἀνθ᾿ ὧν προσέθηκα κ΄ καὶ ἥμισυ τῶν μηνῶν αU+2220΄, γίνεταί κϚ΄ U+2220΄· εἶτα εἴκασα ἀπὸ Ἡλίου ἕως Σελήνης διάστημα τουτέστιν ἀπὸ Τοξότου ἕως Παρθένου. ἡμερῶν κδ΄ ἥμισυ. ἐπεὶ οὖν ἐκ τούτων οὐ δυνατὸν ἀρελεῖν τὰς κϚ΄ ἥμισυ τάς προσυναχθείσας, προσέθηκα αὐταῖς λ΄ γίνεται νδ΄ ἥμισυ· ἐκ τούτων ἀφεῖλον κϚ΄ ἥμισυ· λοιπαὶ κη΄, αἵτινες τὴν γεννητικὴν ἡμέραν ἐδήλουν.
Ἑκάστῳ βασιλεῖ ὁ ἔθους προστιθέμενος ἀριθμὸς ὁ ὑποτεταγμένος ἐκ καταγωγῆς τοιαύτης.
Αὐγούστῳ α΄ καὶ ἐβασίλευσεν ἔτη μγ΄, γίνεται μδ΄· ἀφαιρῶ λ΄ λοιπαὶ ιδ΄ ταύτας Τιβερίῳ προστιθῶ καὶ τὰ τῆς βασιλείας Τιβερίου κβ΄, γίνεται λϚ΄ ἀφαιρῶ λ΄, λοιπαὶ ἓξ. ταῦτα Γαίῳ προστιθῶ, καὶ ἐκράτησε δ΄, γίνεται ι΄. Κλαυδίῳ προσέθηκα καὶ ἐβασίλευσε ιδ΄ γίνεται κδ΄. ὧν ἀφαιρῶ ἐννεακαιδεκαετηρίδα, λοιπὰ ε. ταῦτα Νέρωνι· καὶ ἐβασίλευσε ιδ΄, γίνεται ιθ΄ πλήρης οὖν ἡ ἐννεακαιδεκαετηρίς. καὶ αὕτη μὲν χρηματίζει ἐὰν θῆ μὲν οὖν εἰς συμπλήρωσιν τῶν λ΄ Οὐεσπασιανοῦ ια΄ καὶ ἐβασίλευσε ι΄, γίνεται κα΄· ἀφεῖλον ἐννεακαιδεκαετηρίδα. λοιπὰ β·. [*](1 ἐπισυναχθέντα M τὸν προσυναχθέντα Us. 1 αἱ — 2 κ. ἡμέραι M 4 οἱ ιβ΄ M 8 nempe τὸν γ΄ add. Usener 12 Sagittarius quod Solis signum appellatur, cum ei certa cum Sole ratio nulla intercedat, demonstrat observationem aliquam subesse, secundum quam Sol in illo signo erat; cf. 34, 4. 10. 15 etc. προσκεφιένη V 15 ἀνθ᾿ ὧν om. M κ΄ γίνεται κε΄ M 17 post ὁμάστημα V sine ullo lacunae signo pergit V ὥρας τῆς σπορᾶς ═ I 23 p. 53, 1 22 seqq. postea inserta sunt 30 haec fere voluisse videtur: καὶ αύτη μὲν οὖν χρ., προσθῶμεν δὲ εἰς . . . 31 οὐεσπεσιανοῦ M)
Τὸν δὲ Ἥλιον μοιρικῶς οὕτως ἐπιγνώσῃ· πάντοτε τῇ γενεθλιακῇ ἡμέρᾳ προστίθει ἀπὸ μὲν Θὼθ ἕως Φαμενὼθ μοίρας η΄, καὶ τοσούτων εὑρήσεις τὸν Ἥλιον· τῷ Φαρμουθὶ ζ΄, τῷ Παχών Ϛ΄, τῷ Παϋνὶ ε΄, τῷ Ἐπιφὶ δ΄, τῷ Μεσωρὶ γ΄ οἰον Φαωφὶ Ϛ΄, προσέθηκα η΄ γίνονται ιδ΄ τοσούτων μοιρῶν ὁ Ἥλιος Ζυγῷ. Παχὼν Ϛ΄ καὶ Ϛ΄· γίνεται ιβ΄· τοσούτων μοιρῶν ὁ Ἥλιος Ταύρῳ.
Ἐπεὶ δέ τινες τῶν φιλομαθῶν περὶ τὴν τῶν ἀριθμῶν ἀγωγὴν προθυμότεροι καθίστανται, τούτοις ἀναγκαῖον ὑποτάξαι καὶ τοὺς λοιποὺς ἀστέρας ἀπὸ χειρός, ὅπως διὰ τῆς τοιαύτης τριβῆς ἡδεῖαν τὴν μοιρικὴν καὶ ἀκριβῆ διδασκαλίαν ἀναλαβόντες οὕτως καὶ τὴν τῶν μειζόνων αἱρέσεων διάκρισιν ποιήσωνται μετὰ πάσης προθυμίας.
Τὸν μὲν οὖν Κρόνον οὕτως ψηφιστέον· τὰ ἀπὸ Αὐγούστου ἔτη πλήρη ἀναλαβὼν ἔκκρουε ὁσάκις δύνῃ ἀνὰ λ΄, τὰ δὲ περιλειπόμενα [*](3 nempe α΄ 〈ἥ〉 ἐστιν τῆς νερούα προσθέσεως M cf. v. 15 8 ἀντωνίνου M 10 κομόδω M „laterculi regna M. Aureli et Veri et Commodi in unum contraxerunt, cf. Chron. min. III p. 448, 25“ Cumont 12 ἐβασίλευσεν M 16 anno igitur 248 p. Chr. n. aut paulo post haec interpolata videntur, usurpatus est πρόχειρος κανὼν aliquis simillimus ei qui traditur (Ideler I 113) 21 Φαρμουθὶ ξ΄ Cumont] φαμενὼθ ἐβδόμῳ M 22 μεσωρὶ et φαωθὶ (et ita semper) M 32 ἔτει M δύνει M)
Τὸν δὲ Δία οὕτως. Τὰ ἀπὸ Καίσαρος πλήρη μέριζε παρά τὸν ιβ΄, τὰς δὲ καταλειπομένας πολυπλασίασον ἐπὶ τὸν ιβ΄ καὶ συναναλάμβανε τούτοις, ὁσάκις ἄν ᾖς ἐκκεκρουκὼς δωδεκάδας, ἑκάστου κύκλου ἀνὰ α΄. καὶ ἑκάστου μηνὸς ἀνὰ α΄ καὶ ἑκάστης ἡμέρας ε΄ θ΄· καὶ συγκεφαλαιώσας ἀπόλυε ἀπὸ Ταύρου ἀνὰ ιβ΄ ἐκάστῳ ζῳδίῳ.
Τὸν δὲ Ἄρεα οὕτως. Τὰ ἀπὸ Αὐγούστου μέχρις οὗ ζητεῖς ἔτους ἀναλαβὼν ἔκκρουε ὁσάκις δύνῃ ἀνὰ λ΄, τὸν δὲ καταλειπόμενον ἀριθμὸν διάκρινε, πότερον ἄρτιός ἐστιν ἢ ἄνισος, ἵνα ἐὰν μὲν εὕρῃς ἄρτιον, ἀπὸ Κριοῦ τὴν ἄφεσιν ποιήσης, ἐὰν δὲ ἄνισον, ἀπὸ Ζυγοῦ. μετὰ οὖν ἐπιγνῶναι τὸν ἀριθμὸν δίπλωσον, καὶ ἑκάστου μηνὸς ἀνὰ β΄ ἥμισυ· ἐὰν ὑπὲρ τὰς ξ΄ γένηται, τὰ λοιπὰ ἀπόλυε ἀπὸ Ζυγοῦ ἣ Κριοῦ, ἑκάστῳ ζῳδίῳ διδούς ἀνὰ μοίρας ε΄. ὅπου δ᾿ ἂν καταλήξῃ, σημειωσάμενος ζῴδιον σκόπει τὸν Ἥλιον, ποίῳ ζῳδίῳ ἐστίν· ἐὰν μὲν γὰρ ἀνώτερος εὑρεθῇ, ἀναποδίσει ὁ ἀστὴρ ἀπὸ τοῦ εὑρεθέντος ζῴδίου, ἐὰν δὲ κατώτερος, προποδίσει· τουτέστι πάντοτε ἐγγύτερον τοῦ Ἡλίου αὐτὸν ποίει ἀπὸ τοῦ εὑρισκομένου ζῳδίου· καὶ οἱ λοιποὶ δὲ ἀστέρες τὴν αὐτὴν δύναμιν ἔχουσι περὶ τὴν μέσην τοῦ Ἡλίου κίνησιν φερόμενοι, μάλιστα δὲ ἡ Ἀφροδίτη.