Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Κορώνην λαβὼν ἀσινῆ, ἐάν τις ἀλγῇ, τοῦ ποδὸς τὸν ὀπίσω δάκτυλον τοῦ δεξιοῦ ἀπότεμε ἀπὸ τοῦ ἄρθρου πλησίον ὑπὸ ποδὸς ἀφθόρου δήσας γαιτάκην (?) περίαπτε. τὴν δὲ κορώνην μύρῳ τερεβινθίνῳ ἀλείψας ἢ ἐλαίῳ χρίσας ὅλην ἀπόλυε ζῶσαν πέτασθαι. Τὸν δὲ δάκτυλον αὐτῆς περίαπτε τῷ πάσχοντι ποδίῳ· ἐὰν δὲ τοῦ

ἀριστεροῦ ποδός, (f. 97 r.) τὸ ἀριστερόν, ἐὰν δὲ τὸ δεξιόν, τοῦ δεξιοῦ. Μὴ οὖν λουέσθω, μηδὲ χαμαὶ πέσῃ τὸ περιάπτον, ἀλλὰ ἐνδήσας δέρματι ἐλαφείῳ φόρει. Ὅτε δὲ κόπτεις, λέγε· «Αἴρω σου τὸν δάκτυλον πρὸς θεραπείαν ἰσχιάδος, ποδάγρας καὶ πάντων ἄρθρων ». Καὶ ἀλείψας ἀπόλυε.

ΠΕΡΙ ΚΙΣΣΑΣ

Κίσσα στρουθίον ἐστὶ φρόνιμον μιμούμενον ἀνθρόπου φωνήν.

Τούτου ἡ καρδία φορουμένη μετὰ κισσοῦ ῥίζης, καὶ σπώσας γυναῖκας παύει. Ὁμοίως δὲ θεραπεύει καὶ δυσουρίαν.