Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

〈ΠEPI AΕΤΟΥ〉

Ἀετὸς βασιλεὺς πάντων τῶν ὀρνέων (f. 91 r.) τῇ χροιᾷ μελανίζων· τούτου ὑπὸ τὸν αἰθέρα ἱπταμένου πᾶν πτηνὸν φρυάσσει.

Ἔχει δὲ μεγάλας πράξεις, καὶ ἄλλα τάχα ῥήγματα.

Ἀγρεύσας οὖν ἀετὸν ἐρωτικὸν καὶ φιλητὸν 〈ποιεῖ〉 τὸν φοροῦντα τὴν καρδίαν αὐτοῦ καὶ τὸ δέρμα τῆς κεφαλῆς καὶ τοὺς ὀφθαλμοὺς καὶ τὰ ἄκρα τῶν μεγάλων πτερύγων· καὶ ταῦτα φορῶν εἰς φυλακτήριον εἰρηνικὸν καὶ φιλητὸν καὶ ἐρωτικὸν ποιεῖ τὸν φοροῦντα· κἂν ἐν μέσῳ πολεμίων ἐμπέσῃ, οὐ μὲν ἀδικηθῇ, οὐδὲ ἀπὸ χειμῶνος ἢ κεραυνοῦ βλαβήσεται, ἀλλ’ ἔσται ἐν πᾶσι χαριέντης καὶ ἡσύχιος. Δεῖ δὲ αὐτὴν ἐν τῷ ἰδίῳ δέρματι φορεῖν συρραφεῖσαν ἐν χρυσῷ σωληναρίῳ αὐτὴν ἐμβαλεῖν.