Cyranides
Cyranides
Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.
Ἐὰν δέ τις τὴν καρδίαν τῆς φώκης καὶ τὸ ἄκρον τῆς γλώσσης καὶ τρίχας τῆς ῥινὸς καὶ τὸν (f. 89 r.) δεξιὸν ὀφθαλμὸν καὶ τὴν πυτίαν ἐνδήσῃ ἐν ἐλαφείῳ δέρματι ἢ φωκείῳ καὶ φορῇ, ἔσται νικῶν πάντας ἐν πολέμῳ καὶ γῇ καὶ θαλάσσῃ· φεύξεται δὲ αὐτὸν πᾶσα νόσος καὶ πάθος καὶ κλιμακτῆρες καὶ πᾶς δαίμων καὶ θήρα· ἔσται δὲ πλουτῶν καὶ εὐδαιμονῶν καὶ ποθητός.
ΠΕΡΙ ΦΡΥΝΟΥ ΒΑΤΡΑΧΟΥ
Φρῦνός ἐστιν εἶδος βατράχου χλωροῦ ἐν τῇ χερσαίᾳ διατρίβων. Οὗτος ἐὰν πτύσῃ 〈εἰς〉 ἄνθρωπον, ὁλομάδιστος γίνεται.
Τὸ δὲ αἷμα αὐτοῦ δηλητήριόν ἐστι τριχῶν.