Apocalypsis Enochi
Liber Enoch
Das Buch Henoch. Flemming, Johannes Paul, and Radermacher, Ludwig, editors. Leipzig: Hinrichs, 1901.
τότε ἒσται τὰ ὀνόματα ὑμῶν εἰςκατάραν αἰώνιον πᾶσιν τοῖς δικαίις, καὶ ἐν ὑμῖν καταράσονται πάντες οἱ καταρώμενοι, καὶ πάντες οἱ ἁμαρτωλοὶ καὶ ἀσεβεῖς ἐν ὑμῖν ὀμοῦνται. [καὶ πάντες οἱ ἀμίαντοι χαρήσονται, καὶ ἔσται αὐτοῖς λύσις ἁμαρτιῶν καὶ πᾶν ἒλεος καὶ εἰρήνη καὶ ἐπιείκεια, ἒσται αὐτοῖς σωτηρία, φῶς ἀγαθόν, καὶ αὐτοὶ κλρηονομήσουσιν τὴν γῆν, καὶ πᾶσιν ὑμῖν τοῖς ἁμαρτωλοῖς οὐχ ὐπάρξει σωτηρία, ἀλλὰ ἐπὶ πάντας ὑμᾶς καταλύσει κατάρα.]
καὶ τοῖς ἐκλεκτοῖς ἐ̓σται φῶς καὶ χάρις καὶ εἰρήνη καὶ αὐτοὶ κληρονομήσουσιν τὴν γῆν, ὑμῖν δὲ τοῖς ἀσεβέσιν ἔσται κατάρα.
τότε δοθήσεται τοῖς ἐκλεκτοῖς φῶς καὶ χάρις, καὶ αὐτοὶ κληρονομήσουσιν τὴν γῆν· τότε δοθήσεται πᾶσιν τοῖς ἐκλεκτοῖς] σοφία, καὶ πάντες οὗτοι ζήσονται καὶ οὐ μὴ ἁμαρτήσονται ἔτι, οὐ κατὰ λήθην οὔτε κατὰ ὑπερηφανίαν, καὶ ἔσται ἐν ἀνθρώπῳ περωτισμένῳ φῶς καὶ ἀνθρώπῳ ἐπιστήμονι νόημα.
καὶ οὐ μὴ πλημμελήσουσιν οὐδὲ μὴ ἁμάρτωσιν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν καὶ οὐ μὴ ἀποθάνωσιν ἐν ὀργῇ θυμοῦ ἀλλὰ τὸν ἀριθμὸν αὐτῶν ζωῆς ἡμερῶν πληρώσουσιν , καὶ ἡ ζωὴ αὐτῶν αὑξηθήσεται ἐν εἰρήνῃ, καὶ τὰ ἔτη τῆς χαρᾶς αὐτῶν πληθυνθήσεται ἐν ἀγαλλιάσει καὶ εἰρήνῃ αἰῶνος ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς αὐτῶν.
Καὶ ἐγένετο ὅταν ἐπληθύνθησαν οἱ υἱοὶ τῶν ἀνθρώπων, [*](VI—VIII cf. Clemens homil. VIII 12 sq. recognit. IV 26, 27 Papias fr. Routh, rell. sacrae I p. 14. Acta Thomae c. 32. Commodianus Instr. I 3. Julius Africanus ap. G. Syncellum p. 19 Goar, p. 34 Dind., Lactantius Inst. II 14. Oracula Sibyll. I 65—124.) [*](1 αὐτῶν τὰ ἔργα < A tilgt C Ι 2 αἱ θάλασσαι A. | ὡς ὁμοίως] ὁμοῦ A Ι 3/4 καὶ οὐκ — αἰτοῦ < A I 4 οκ Ι 6/7 ὅτι — ὑμῶν < A Ι 8 κατηρασασθαι DC Ι καὶ τὰ ἔτη D] κατα Ι 9 απολιται Ρ] ἀπολεῖτε C Ι τὰ ἒτη — ὑμῶν < A | 10 καὶ εἰρήνη < A Ι 13 — 17 καὶ — κατάρα tilgt D Ι 13 ἀμίαντοι] αμα/τοι im P, nicht αμαρτητοι, ἀναμάρτητοι D, öglich äre ἀμάθητοι Ι 17 καταλυσιν καταραν Ρ] verb. D Ι χαρὰ A Ι 19/20 φῶς — ἐκλεκτοῖς tilgt D Ι 21 σοφιαν P] verb. D Ι 22 καταληθειαν P] verb. D κατ’ ἂγνοιαν Wellhausen, viell. κατ’ ἀμάθειαν Ι 22/23 ἀνθρώπῳ — cpwg καὶ < A Ι 23 νόημα] ταπεινὸν νόημα A? | 24 ἀμάρ- δίκην δῶσιν A Ι 25 αὐτῶν] τῶν xfjg D Ι 29 ὃταν] ουαν Ρ ὃτε D)
Teil I.
Der Fall der Engel und Henochs Himmelsreisen.
Cap. 6—36.
CAP. 6. Und als die Menschenkinder zahlreich geworden waren, da wurden ihnen in jenen Tagen schöne und liebliche Töchter geboren.
Cap.5, 4 Psal.12, 4. Dan. 7, 8. 11. 20. — 5 Jes. 48, 22. 57, 21. — 7 Psal.37, 11. — 8 Num. 15, 29. 30. — 9 Jes. 85, 10. 51, 11. 65, 20. — Cap. 6, 1 Gen. 6, 1—4.
[*](7 verlustig gehen] »vernichten« Χ; »verlustig gehen [durch einen ewigen Fluch« M Ι 8 »und der ewige Fluch wird sich mehren« Q II | 10 Τ2, II <Μ | 12 schwören] d. gr. ὀμοῦνται steckt in hebȗra mesla = ὁμοῦ so auch Beer Ι 15 »dann« (wa-amêhâ = τότε) ist zu lesen für »wenn resp. »wann« (amahi) der HSS., s. Dn. Sitzber. Ι 20 sondern . . . Frieden] »und zahllos werden ihre Lebenstage im Frieden « Q.)ἐν ἐκείναις ταῖς ἡμέραις ἐγεννήθησαν <αὐτοῖς< θυγατέρες ὡραῖαι καλαί.
καὶ ἐθεάσαντο αὐτὰς οἱ ἂγγελοι υἱοὶ οὐρανοῦ, καὶ ἐπεθύμησαν αὐτὰς καὶ εἶπαν πρὸς ἀλλήλους· δεῦτε ἐκλεξώμεθα ἱαυτοῖς γυναῖκας ἀπὸ τῶν ἀνθρώπων, καὶ γεννήσωμεν ἑαυτοῖς τέκνα.
καὶ εἶπεν Σεμειαζᾶς πρὸς αὐτούς, ὃς ἦν ἄρχων αὐτῶν· φοβοῦμαι μὴ οὐ θελήσετε ποιῆσαι τὸ πρᾶγμα τοῦτο, καὶ ἒσομαι ἐγὼ μόνος ὀφειλέτης ἁμαρτίας μεγάλης.
ἀπεκρίθησαν οὖν αὐτῷ πάντες· ὀμόσωμεν ὃρκῳ πάντες καὶ ἀναθεματίσωμεν πάντες ἀλλήλους μὴ ἀποστρέψαι τὴν γνώμην ταύτην, μέχρις οὗ ἂν τελέσωμεν αὐτὴν καὶ ποιήσωμεν τὸ πρᾶγμα τοῦτο.
τότε ὤμοσαν πάντες ὁμοῦ καὶ ἀνεθεμάτισαν ἀλλήλους ἐν αὐτῷ
* * * *
καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων αὐτῶν· Σεμιαζᾶ<ς< οὗτος ἦν ἄρχων αὐτῶν, Ἀραθάκ, Κιμβρά, Δανειήλ, Ἀρεδρώς, Σεμιήλ, Ἰωμειήλ, Χωχαριήλ, Ἐζεκιήλ, Βατριήλ, Σαθιήλ, Ἀτριήλ, Ταμιήλ, Βαρακιήλ, Ἀνανθνὰ, Ῥαμιήλ, Ἀσεάλ, Ῥακειήλ, Τουριήλ.