Apocalypsis Enochi

Liber Enoch

Das Buch Henoch. Flemming, Johannes Paul, and Radermacher, Ludwig, editors. Leipzig: Hinrichs, 1901.

τότε ἒσται τὰ ὀνόματα ὑμῶν εἰςκατάραν αἰώνιον πᾶσιν τοῖς δικαίις, καὶ ἐν ὑμῖν καταράσονται πάντες οἱ καταρώμενοι, καὶ πάντες οἱ ἁμαρτωλοὶ καὶ ἀσεβεῖς ἐν ὑμῖν ὀμοῦνται. [καὶ πάντες οἱ ἀμίαντοι χαρήσονται, καὶ ἔσται αὐτοῖς λύσις ἁμαρτιῶν καὶ πᾶν ἒλεος καὶ εἰρήνη καὶ ἐπιείκεια, ἒσται αὐτοῖς σωτηρία, φῶς ἀγαθόν, καὶ αὐτοὶ κλρηονομήσουσιν τὴν γῆν, καὶ πᾶσιν ὑμῖν τοῖς ἁμαρτωλοῖς οὐχ ὐπάρξει σωτηρία, ἀλλὰ ἐπὶ πάντας ὑμᾶς καταλύσει κατάρα.]

καὶ τοῖς ἐκλεκτοῖς ἐ̓σται φῶς καὶ χάρις καὶ εἰρήνη καὶ αὐτοὶ κληρονομήσουσιν τὴν γῆν, ὑμῖν δὲ τοῖς ἀσεβέσιν ἔσται κατάρα.