Apocalypsis Enochi
Liber Enoch
Das Buch Henoch. Flemming, Johannes Paul, and Radermacher, Ludwig, editors. Leipzig: Hinrichs, 1901.
καὶ ἔδειξέν μοι ὄρη πυρὸς καιόμενα * * * * * νυκτός.
καὶ ἐπέκεινα αὐτῶν ἐπορεύθην καὶ ἐθεασάμην ἑπτὰ ὄρη πάντα, ἑκάτερα τοῦ ἑκατέρου διαλλάσσοντα, ὧν οἱ καλλονῇ, καὶ πάντα ἔντιμα καὶ ἔνδοξα καὶ εὐειδῆ, <τρία πρὸς> ἀνατολὰς ἐστηριγμένα ἓν τῷ ἑνί, καὶ τρία ἐπὶ νότον ἓν ἑνί. τῷ ἑνί. βαθεῖαι καὶ τραχεῖαι, μία τῇ μιᾷ οὐκ ἐγγίζουσαι.
καὶ [ορι] ἕβδομον ὄρος ἀνὰ μέσον τούτων καὶ ὑπερεῖχεν τῷ ὕψει καθέδρᾳ θρόνου, καὶ περιεκύκλου περιεκύκου αὐτὸ εὐώδη.
καὶ ἠν ἐν αὐτοῖς δένδρον, ὃ οὐδέποτε ὤσφρανμαι καὶ οὐδεὶς ἕτερος καὶ οὐδὲν ἕτερον ὅμοιον αὐτῷ. ὀσμὴν εἶχεν εὐωδεστέραν ἀρωμάτων καὶ τὰ φύλλα αὐτοῦ καὶ τὸ ἄνθος, καὶ τὸ δένδρον οὐ εἰς τὸν αἰῶνα. † οἱ δὲ περὶ τὸν καρπὸν ὡσεὶ βότρυες φοινίκων.