Apocalypsis Enochi
Liber Enoch
Das Buch Henoch. Flemming, Johannes Paul, and Radermacher, Ludwig, editors. Leipzig: Hinrichs, 1901.
καὶ ἐπέκεινα τοῦ χάσματος τούτου εἶδον τόπον, ὅπου οὐδὲ αρςερέωμα οὐρανοῦ ἐπάνω οὔτε γῆ ἠν τεθεμελιωμένη ὑποκάτω αὐτοῦ, οὔτε ὕδωρ ἠν ὑπὸ αὐτῷ οὔτε πετεινόν, πετεινόν. ἀλλὰ τόπος ἦν ἔρημος καὶ φοβερός.
ἐκεῖ εἶδον ἐπτὰ ἀστέρας ὡς ὄρη μεγάλα καιόμενα, περὶ ὡν πυνθανομένῳ μοι
εἶπεν ὁ ἄγγελος· οὗτός ἐστιν ὁ τόπος τὸ τέλος τοῦ οὐρανοῦ καὶ γῆς, δεσμωτήριον τοῦτο ἐγένετο τοῖς ἄστροις καὶ ταῖς δυνάμεσιν τοῦ οὐρανοῦ.
καὶ οἱ ἀστέρες οἱ κυλιόμενοι ἐν τῷ πυρὶ οὑτοί εἰσιν οἱ παραβάντες πρόσταγμα κυρίου ἐν ἀρχῇ τῆς ἀνατολῆς αὐτῶν, ὄτι τόπος ἔξω τοῦ οὐρανοῦ κενός ἐστιν] ὅτι οὐκ ἐξῆλθαν ἐν τοῖς καιροῖς αὐτῶν.
καὶ ὠσγίσθη αὐτοῖς καὶ ἔδδησεν αὐτοὺς μέχρι καιροῦ τελειώσεως αὐτῶν ἁμαρτίας αὐτῶν] ἐνιαυτῶν μυρίων.
Καὶ εἶπεν μοι Οὐριήλ· ἐνθάδε οἱ μιγέντες ἄγγελοι ταῖς γυναιξὲν στήσονται, καὶ τὰ πνεύματα αὐτῶν πολύμορφα γενόμενα λυμαίνεται τοὺς ἀνθρώπους καὶ πλανήσει αὐτοὺς ἐπιθύειν τοῖς δαιμονίοις μονίοις μέχρι τῆς μεγάλης κρίσεως, ἐν ᾖ κριθήσονται εἰς ἀποτελείωσιν.
καὶ αἱ γυναῖκες αὐτῶν τῶν παραφάντων ἀγγέλων εἰς σειρῆνας γενήσονται.
κἀγὼ Ἐνῶχ εἶδον τὰ θεωρήματα μόνος τὰ πέρατα πάντων καὶ οὐ μὴ ἴδῃ οὐδὲ εἶς ἀνθρώπων, ὡς ἐγὼ ἐἶον.