Apocalypsis Enochi
Liber Enoch
Das Buch Henoch. Flemming, Johannes Paul, and Radermacher, Ludwig, editors. Leipzig: Hinrichs, 1901.
καὶ αἱ στέγαι ὡς διαδρομαὶ ἀστέρων καὶ ἀστραπαὶ καὶ μεταξὺ αὐτῶν χερουβὶν πύρινα καὶ ὁ οὐρανὸς αὐτῶν ὕδωρ,
καὶ πῦρ φλεγόμενον κύκλῳ τῶν τοίχων καὶ θύραι πυρὶ καιόμεναι.
εἰςῆλθον εἰς τὸν οἶκον ἐκεῖνον, θερμὸν ὡς πῦρ καὶ ψυχρὸν ὡς χιών, καὶ πᾶσα τρυφὴ ζωῆς οὐκ ἦν ἐν αὐτῷ. φόβος με ἐκάλυψεν καὶ τρόμος με ἔλαβεν,
καὶ ἤμην σιιόμενος καὶ τρέμων καὶ ἔπεσον 〈εἰς τὸ πρόσωπόν μου καὶ〉 ἐθεώρουν ἐν τῇ ὁράσει μου.
καὶ ἰδοὺ ἄλλη θύρα ἀνεῳγμένη κατέναντί μου καὶ ὁ οἶκος μείζων τούτου καὶ ὄλος οἰκοδομημένος έν γλώσσαις πυρὸς