Apocalypsis Enochi

Liber Enoch

Das Buch Henoch. Flemming, Johannes Paul, and Radermacher, Ludwig, editors. Leipzig: Hinrichs, 1901.

καὶ ὁ θεὸς τοῦ αἰῶνος ἐπὶ γῆν πατήσει ἐπὶ τὸ Σίν' ὄρος καὶ φανήσεται ἐκ τῆς παρεμβολῆς αὐτοῦ καὶ φανήσεται ἐν τῇ δυνάμει τῆς ἰσχύος αὐτοῦ ἀπὸ τοῦ οὐρονοῦ τῶν οὐρανῶν.

καὶ φοβηθήσονται πάντες, καὶ πιστεύσουσιν οἱ ἐγρήγοροι καὶ ᾄσωσιν ἀπόκρυφα ἐν πᾶσιν τοῖς ἄκροις τῆς <γῆς< καὶ σεισθήσονται πάντα τὰ ἄκρα τῆς γῆς] καὶ λήμψεται αὐτοὺς τρόμος καὶ φόβος μέγας μέχρι τῶν περάτων τῆς γῆς.