1. THΝ οὖν γένεσιν τῶν Αἰώνων αὐτῶν, καὶ τὴν πλάνην τοῦ προβάτου, καὶ ἀνεύρεσιν, ἑνώσαντες ἐπὶ τὸ αὐτὸ, μυστικώτερον ἐπιχειροῦσιν ἀπαγγέλλειν οὗτοι οἱ εἰς ἀριθμοὺς τὰ πάντα κατάγοντες, ἐκ μονάδος καὶ δυάδος φάσκοντες τὰ ὅλα συνεστηκέναι H. συνεστάναι· καὶ ἀπὸ μονάδος ἕως τῶν [*](M. 81.) τεσσάρων ἀριθμοῦντες οὕτω γεννῶσι τὴν δεκάδα. 1Μία γὰρ, καὶ δύο, καὶ τρεῖς, καὶ τέσσαρες, συντεθεῖσαι ἐπὶ τὸ αὐτὸ, τὸν τῶν δέκα Αἰώνων ἀπεκύησαν ἀριθμόν. Πάλιν δ᾿ αὖ ἡ δυὰς ἀπʼ αὐτῆς προελθοῦσα ἕως τοῦ 2ἐπισήμου, οἷον δύο καὶ τέσσαρες καὶ ἓξ, τὴν δωδεκάδα ἀπέδειξε. Καὶ πάλιν ἀπὸ τῆς δυάδος
158
[*](LIB. I. ix. 1. GR. I. xiii. 1. MASS. I. xvi. 1.) ὁμοίως ἀριθμούντων ἡμῶν ἕως τῶν δέκα, ἡ λ ἀνεδείχθη, ἐν ᾗ
[*](Hipp. Philos. vi. 52.) ὀκτὼ καὶ δέκα καὶ δώδεκα H. ὀγδοὰς καὶ δεκὰς καὶ δωδεκάς. Τὴν οὖν δωδεκάδα, 1διὰ τὸν H. τὸ ἐπίσημον συνεσχοκέναι, διὰ τὸ συνεπακολουθήσασαν H. συνεπακολουθῆσαν αὐτῇ τὸ ἐπίσημον, πάθος λέγουσι. Καὶ διὰ τοῦτο 2περὶ τὸν δωδέκατον ἀριθμὸν τοῦ σφάλματος γενομένου, τὸ πρόβατον ἀποσκιρτῆσαν πεπλανῆσθαι· ἐπειδὴ τὴν ἀπόστασιν ἀπὸ δωδεκάδος γεγενῆσθαι φάσκουσι. Τῷ αὐτῷ τρόπῳ καὶ ἀπὸ τῆς δωδεκάδος ἀπόστασιν l. ἀποστᾶσαν μίαν δύναμιν ἀπολωλέναι μαντεύονται· καὶ ταύτην εἶναι τὴν γυναῖκα τὴν ἀπολέσασαν τὴν δραχμὴν, καὶ ἅψασαν λύχνον, καὶ εὑροῦσαν αὐτήν. Οὕτως οὖν καὶ 3(ἐπὶ) τοὺς ἀριθμοὺς τοὺς καταλειφθέντας, ἐπὶ μὲν τῆς
159
[*](Hipp. Philos. vi. 52. G. 78.) δραχμῆς τοὺς ἐννέα, 1ἐπὶ δὲ τοῦ προβάτου τοὺς ἕνδεκα ἐπιπλεκομένους
[*](LIB. I. ix. 1. GR. I. xiii. 1. MASS. I. xvi. 1.) ἀλλήλοις τὸν τῶν ἐνενηκονταεννέα τίκτειν ἀριθμόν· ἐπεὶ ἐννάκις τὰ ἕνδεκα ἐνενηκονταεννέα γίνεται. Διὸ καὶ τὸ 2ἀμὴν τοῦτον λέγουσιν ἔχειν τὸν ἀριθμόν.
2. Οὐκ ὀκνήσω δέ σοι καὶ ἄλλως ἐξηγουμένων αὐτῶν ἀπαγγεῖλαι, ἵνα πανταχόθεν κατανοήσῃς τὸν καρπὸν αὐτῶν. Τὸ γὰρ στοιχεῖον τὸ η σὺν μὲν ap. H. deest μὲν τῷ ἐπισήμῳ ὀγδοάδα εἶναι θέλουσιν, ἀπὸ τοῦ πρώτου ὀγδόου κείμενον τόπου H. ἀπὸ τοῦ A ὀγδόῳ κείμενον τόπῳ· εἶτα πάλιν ἄνευ τοῦ ἐπισήμου ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων, καὶ ἐπισυνθέντες H. συντιθέντες μέχρι τοῦ η, τὴν τριακοντάδα ἐπιδεικνύουσιν. Ἀρξάμενος γὰρ H. τις M. 82. ἀπὸ τοῦ ἄλφα, καὶ τελευτῶν εἰς τὸ η τῷ ἀριθμῷ H. τὸν ἀριθμὸν τῶν στοιχείων, ὑπεξαιρούμενος δὲ τὸ ἐπίσημον, καὶ ἐπισυντιθεὶς τὴν ἐπαύξησιν τῶν γραμμάτων, εὑρήσει τὸν τῶν τριάκοντα ἀριθμόν. 3Μέχρι γὰρ τοῦ 4θ ε΄ στοιχείου
160
[*](LIB. I. ix. 2. GR. I. xiii. 2. MASS. I. xvi. 2.) πεντεκαίδεκα γίνονται· ἔπειτα προστεθεὶς αὐτοῖς ὁ τῶν ἑπτ
[*](Hipp. Philos. vi. 52.) ἀριθμὸς, β καὶ κ ἀπετέλεσε· προσελθὼν τούτοις τὸ η, ὅ ἐστιν ὀκτὼ, τὴν θαυμασιωτάτην τριακοντάδα ἀνεπλήρωσε. Καὶ ἐντεῦθεν ἀποδεικνύουσι τὴν ὀγδοάδα μητέρα τῶν τριάκοντα Αἰώνων. Ἐπεὶ οὖν ἐκ τριάκοντα H. τῶν τριῶν δυνάμεων ἥνωται ὁ τῶν λ ἀριθμὸς, τρεῖς l. τρὶς αὐτὸς γενόμενος τὰ ἐνενήκοντα ἐποίησε· τρεῖς H. τρὶς γὰρ τριάκοντα ἐνενήκοντα. Καὶ αὐτὴ δὲ ἡ τριὰς ἐφʼ ἑαυτῆς συντεθεῖσα, ἐννέα ἐγέννησεν. Οὕτως δὲ ἡ ὀγδοὰς τὸν τῶν ἐννέα παῤ αὐτοῖς H. ἐνενήκοντα ἐννέα ἀπεκ. ἀρ. ἀπεκύησεν ἀριθμόν. Καὶ ἐπεὶ ὁ δωδέκατος Αἰὼν ἀποστὰς κατέλειψε τοὺς ἄνω ἕνδεκα, κατάλληλον λέγουσι τὸν τύπον τῶν γραμμάτων τῷ σχήματι τοῦ 1λόγου κεῖσθαι· ἑνδέκατον γὰρ τῶν γραμμάτων κεῖται H. κεῖσθαι τὸ λ, ὅ ἐστιν ἀριθμὸς τῶν τριάκοντα, καὶ κατ᾿ εἰκόνα κεῖσθαι τῆς ἄνω οἰκονομίας· ἐπειδὴ 2ἀπὸ τοῦ ἄλφα,
161
[*](Hipp. Philos. vi. 52.) χωρὶς τοῦ ἐπισήμου, αὐτῶν τῶν γραμμάτων ὁ ἀριθμὸς ἕως
[*](LIB. I. ix. 2. GR. I. xiii. 1. MASS. I. xvi. 2.) τοῦ λ συντιθέμενος κατὰ τὴν παραύξησιν τῶν γραμμάτων σὺν αὐτῷ τῷ λ, τὸν τῶν ἐνενηκονταεννέα ποιεῖται ἀριθμόν. Ὅτι δὲ τὸ λ ἑνδέκατον ὂν 1l. ἐν ἑνδεκάτῳ ἂν τόπῳ τῇ τάξει ἐπὶ τὴν τοῦ ὁμοίου 2αὐτοῦ H. αὐτῷ. κατῆλθε ζήτησιν, ἵνα ἀναπληρώσῃ τὸν δωδέκατον ἀριθμὸν, καὶ εὑρὸν αὐτὸν ἐπληρώθη, φανερὸν εἶναι ἐξ αὐτοῦ τοῦ σχήματος τοῦ στοιχείου.
[*](G. 79.) Τὸ γὰρ λ ὥσπερ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ ζήτησιν παραγενόμενον, καὶ εὑρὸν, καὶ εἰς ἑαυτὸν ἁρπάσαν αὐτὸν, τὴν τοῦ δωδεκάτου ἀνεπλήρωσε χώραν, τοῦ M στοιχείου ἐκ δύο Λ συγκειμένου. Διὸ καὶ φεύγειν αὐτοῦ H. αὐτοὺς διὰ τῆς γνώσεως τὴν τῶν ⫯θ H. ἐνενήκοντα ἐννέα χώραν, τουτέστι
[*](M. 83.) τὸ ὑστέρημα, τόπον ἀριστερᾶς χειρός· μεταδιώκειν δὲ τὸ ἓν, ὃ προστεθὲν τοῖς ἐνενηκονταεννέα, 3εἰς τὴν δεξιὰν αὐτοῦ l. αὐτοὺς χεῖρα μετέστησε.
162
[*](LIB. I. ix. 2. GR. I. xiii. 2. MASS. I. xvi. 3.)