Libros quinque adversus haereses
Irenaeus, Saint, Bishop of Lyon
Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.
2. Τὴν δὲ ἀναβλυσθεῖσαν τοῦ φωτὸς ἰκμάδα .. ἐκπεσεῖν κάτω φασι --- καὶ κληθῆναι Σοφίαν καὶ Προύνικον καὶ Ἀῤῥενόθηλυν. Διανηχομένην δὲ ἐν τοῖε 1 ὕδασι --- προσλαβεῖν μὲν ἐξ αὐτῶν σῶμα --- καὶ βαρυνθῆναι, καὶ ὑποβρύχιον κινδυνεῦσαι
3. Ὑφ᾿ ἑκάστου δὲ τούτων ἕνα οὐρανὸν δημιουργηθῆναι, ἕκαστον οἰκεῖν τὸν οἰκεῖον --- Διαστασιάσαι δέ φασι τοὺς
9. Ἄλλοι δὲ, οὓς Κοϊνοὺς ὀνομάζουσι καὶ τὸν Κάϊν [*](Theod. H. Fab. i. 15.) φασὶν ἐκ τῆς ἄνωθεν αὐθεντίας λελυτρῶσθαι, καὶ τὸν Ἠσαῦ. καὶ τὸν Κορὲ, καὶ τοὺς Σοδομίτας, καὶ πάντας δὲ τοὺς τοιούτους, συγγενεῖς ἰδίους ὁμολογοῦσι. Καὶ τούτους ὑπὸ μὲν τοῦ ποιητοῦ μισηθῆναι, μηδεμίαν δὲ βλάβην εἰσδέξασθαι·
Ἄμεινον καὶ συμφορώτερον, ἰδιέτας καὶ ὀλιγομαθεῖς [*](Joh. Damasc. Parall. ed. Lequien. ii. 572.) ὑπάρχειν, καὶ διὰ τῆς ἀγάπης πλησίον γενέσθαι τοῦ Θεοῦ, πολυμαθεῖς καὶ ἐμπείρους δοκοῦντας εἶναι, βλασφήμους εἰς τὸν ἑαυτῶν εὑρίσκεσθαι δεσπότην.
1. Ὁ ὀγιὴς νοῦς, καὶ ἀκίνδονος, καὶ εὐλαβὴς, καὶ φιλαληθὴς, [*](Joh. Damasc. Parall. Hailoix. vi Iren.) ὅσα μὲν ἐν τῇ τῶν ἀνθρώπων ἐξουσίᾳ δέδωκεν ὁ Θεὸς, καὶ ὑποτέταχε τῇ ἡμετέρα γνώσει, ταῦτα προθύμως ἐκμελετήσει, καὶ ἐν αὐτοῖς προκόψει, διὰ τῆς καθημερινῆς ἀσκήσεως ῥᾳδίαν τὴν μάθησιν ἑαυτῷ ποιούμενος. Ἔστι δὲ ταῦτα, τά τε ὑπʼ ὄψιν πίπτοντα τὴν ἡμετέραν, καὶ ὅσα φανερῶς καὶ ἀναμφιβόλως αὐτολεξεὶ ἐν ταῖς θείαις γραφαῖς λέλεκται.