Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

2. οἱ γονεῖς τὰ τέκνα παιδεύετε παιδείαν ἱεράν. τὰ τέκνα τιμᾶτε τοὺς γονεῖς, ἵνα εὖ ὑμῖν ᾖ.

X. Οἱ δεσπόται μὴ ὑπερηφάνως τοῖς δούλοις προσέχετε, μιμούμενοι τὸν τλητικὸν Ἰὼβ εἰπόντα· Εἰ δὲ καὶ ἐφαύλισα κρῖμα θεράποντός μου ἢ θεραπαίνης μου, κρινομένων αὐτῶν πρός με· τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ὁ κύριος ποιήσηται; καὶ τὰ ἑξῆς ἐπίστασθε.

2. οἱ δοῦλοι μὴ παροργίζετε τοὺς δεσπότας ἐν μηδενί, ἵνα μὴ κακῶν ἀνηκέστων ἑαυτοῖς αἴτιοι γένησθε.