Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

3. οἱ δὲ ἀπόστολοι εἰπόντες, ὅτι θεὸς εἷς ἐστιν, εἶπον οἱ αὐτοί, ὅτι εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, καὶ τὴν ἐνσωμάτωσιν καὶ τὸ πάθος οὐκ ἐπῃσχύνθησαν·

τί γάρ φησιν· Ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ δοὺς ἑαυτὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς;

V. Πᾶς οὖν, ὅστις ἕνα καταγγέλλει θεὸν ἐπ’ ἀναιρέσει τῆς τοῦ Χριστοῦ θεότητος, υἱός ἐστιν διαβόλου καὶ ἐχθρὸς πάσης δικαιοσύνης· ὅ τε ὁμολογῶν Χριστὸν οὐ τοῦ ποιήσαντος τὸν κόσμον υἱόν, ἀλλ’ ἑτέρου τινὸς ἀγνώστου, παρ’ ὃν ἐκήρυξεν ὁ νόμος καὶ οἱ προφῆται, οὗτος ὄργανόν ἐστιν αὐτοῦ τοῦ διαβόλου·

2. ὅ τε τὴν ἐνανθρώπησιν παραιτούμενος καὶ τὸν σταυρὸν ἐπαισχυνόμενος, δι’ ὃν δέδεμαι, οὗτός ἐστιν ἀντίχριστος· ὅ τε ψιλὸν ἄνθρωπον λέγων τὸν Χριστὸν ἐπάρατός ἐστι κατὰ τὸν προφήτην, οὐκ ἐπὶ θεῷ πεποιθώς, ἀλλ’ ἐπὶ ἀνθρώπῳ· διὸ καὶ ἄκαρπός ἐστιν παραπλησίως τῇ ἀγριομυρίκῃ.