Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
3. καὶ ὅτι γενήσεται ἄνθρωπος, φησίν· Προφήτην ὑμῖν ἀναστήσει κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.
III. Οἵ τε προφῆται εἰπόντες ὡς ἐκ προσώπου τοῦ θεοῦ· Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν θεός, περὶ τοῦ πατρὸς τῶν ὅλων λέγουσιν.
2. καὶ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· Υἱός, φησίν, ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἄνωθεν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστός, σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής.
3. καὶ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. καὶ περὶ τοῦ πάθους· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, καί· Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι.
IV. Οἵ τε εὐαγγελισταὶ εἰπόντες τὸν ἕνα πατέρα μόνον ἀληθινὸν θεόν, καὶ τὰ κατὰ τὸν κύριον ἡμῶν οὐ παρέλιπον, ἀλλ’ ἔγραψαν· Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν καὶ θεὸς ἦν ὁ λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν· πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.
2. καὶ περὶ τῆς ἐνανθρωπήσεως· Ὁ λόγος, φησίν, σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καί· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ, υἱοῦ Ἀβραάμ.