Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

3. ἐρρῶσθαι ὑμᾶς διὰ παντὸς ἐν θεῷ ἡμῶν Ἰησοῦ Χριστῷ εὔχομαι, ἐν ᾧ διαμείναιτε ἐν ἑνότητι θεοῦ καὶ ἐπισκοπῇ. ἀσπάζομαι Ἄλκην τὸ ποθητόν μοι ὄνομα. ἀμήν. ἡ χάρις. ἔρρωσθε ἐν κυρίῳ

Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ ἠλεημένῃ ὑπὸ θεοῦ, ἐκλελεγμένῃ ὑπὸ Χριστοῦ, παροικούσῃ ἐν Συρίᾳ καὶ πρώτῃ Χριστοῦ ἐπωνυμίαν λαβούσῃ, τῇ ἐν Ἀντιοχείᾳ, ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ χαίρειν.