Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

3. προσευχαῖς σχόλαζε ἀδιαλείπτοις, αἰτοῦ σύνεσιν πλείονα ἧς ἔχεις. γρηγόρει ἀκοίμητον πνεῦμα κεκτημένος. τοῖς κατὰ ἄνδρα κατὰ ὁμοήθειαν λάλει θεοῦ. πάντων τὰς νόσους βάσταζε ὡς τέλειος ἀθλητής, ὡς καὶ ὁ κύριος πάντων· αὐτὸς γάρ, φησί, τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἡμῶν ἐβάστασεν. ὅπου πλείων κόπος, πολὺ κέρδος.

II. Καλοὺς μαθητὰς ἐὰν φιλῇς, χάρις σοι οὐκ ἔστιν· μᾶλλον δὲ τοὺς λοιμοτέρους ἐν πραΰτητι ὑπότασσε. οὐ πᾶν τραῦμα τῇ αὐτῇ ἐμπλάστρῳ θεραπεύεται· τοὺς παροξυσμοὺς ἐμβροχαῖς παῦε.