Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
2. ὅπου ἂν φανῇ ὁ ἐπίσκοπος, ἐκεῖ τὸ πλῆθος ἔστω, ὥσπερ ὅπου ὁ Χριστὸς. πᾶσα ἡ οὐράνιος στρατιὰ παρέστηκεν
ὡς ἀρχιστρατήγῳ τῆς δυνάμεως κυρίου καὶ διανομεῖ πάσης νοητῆς φύσεως. οὐκ ἐξόν ἐστιν χωρὶς τοῦ ἐπισκόπου οὔτε βαπτίζειν οὔτε προσφέρειν οὔτε θυσίαν προσκομίζειν οὔτε δοχὴν ἐπιτελεῖν, ἀλλ’ ὃ ἂν ἐκείνῳ δοκῇ κατ’ εὐαρέστησιν θεοῦ, ἵνα ἀσφαλὲς ᾖ καὶ βέβαιον πᾶν, ὃ πράσσεται.IX. Εὐλογόν ἐστι λοιπὸν ἀνανῆψαι ἡμᾶς, ὡς ἔτι καιρὸν ἔχομεν εἰς θεὸν μετανοεῖν. ἐν γὰρ τῷ ᾅδῃ οὐκ ἔστιν ὁ ἐξομολογούμενος. ἰδοὺ γὰρ ἄνθρωπος, καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ.
2. τίμα, φησίν, υἱὲ τὸν θεὸν καὶ βασιλέα. ἐγὼ δέ φημι· τίμα μὲν τὸν θεὸν ὡς αἴτιον τῶν ὅλων καὶ κύριον, ἐπίσκοπον δὲ ὡς ἀρχιερέα, θεοῦ εἰκόνα φοροῦντα κατὰ μὲν τὸ ἄρχειν θεοῦ, κατὰ δὲ τὸ ἱερατεύειν Χριστοῦ. καὶ μετὰ τοῦτον τιμᾶν χρὴ καὶ βασιλέα· οὔτε γὰρ θεοῦ τις κρείττων ἢ παραπλήσιος ἐν πᾶσι τοῖς οὖσιν, οὔτε δὲ ἐν ἐκκλησίᾳ ἐπισκόπου τις μείζων ἱερωμένου θεῷ ὑπὲρ τῆς τοῦ κόσμου παντὸς σωτηρίας, οὔτε βασιλέως τις παραπλήσιος ἐν ἄρχουσιν, εἰρήνην καὶ εὐνομίαν τοῖς ἀρχομένοις πρυτανεύοντος.