Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

2. τόπος καὶ ἀξίωμα καὶ πλοῦτος μη- δένα φυσιούτω, ἀδοξία καὶ πενία μηδένα ταπεινούτω· τὸ γὰρ ὅλον ἐστὶν πίστις ἡ εἰς θεὸν καὶ ἡ εἰς Χριστὸν ἐλπίς, ἡ τῶν προσδοκωμένων ἀγαθῶν ἀπόλαυσις, ἀγάπη τε περὶ τὸν θεὸν καὶ τὸ ὁμόφυλον. ἀγαπήσεις γὰρ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ τὸν πλησίον σου ὡς σεαυτόν, καὶ ὁ κύριός φησιν· Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, τὸ γινώσκειν τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστόν, καί· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.

3. καταμάθετε οὖν τοὺς ἑτεροδοξοῦντας, πῶς νομοθετοῦσιν ἄγνωστον εἶναι τὸν πατέρα τοῦ

Χριστοῦ, πῶς ἄπιστον ἔχθραν μετ’ ἀλλήλων ἔχουσιν· ἀγάπης αὐτοῖς οὐ μέλει, τῶν προσδοκωμένων ἀλογοῦσι, τὰ παρόντα ὡς ἑστῶτα λογίζονται, τὰς ἐντολὰς παρορῶσιν, χήραν καὶ ὀρφανὸν περιορῶσιν, θλιβόμενον διαπτύουσιν, δεδεμένον γελῶσιν.

VII. Τὸν σταυρὸν ἐπαισχύνονται, τὸ πάθος χλευάζουσι, τὴν ἀνάστασιν κωμῳδοῦσιν. ἔγγονοί εἰσι τοῦ ἀρχεκάκου πνεύματος, τοῦ τὸν Ἀδὰμ διὰ τῆς γυναικὸς τῆς ἐντολῆς ἐξώσαντος, τοῦ τὸν Ἄβελ διὰ τοῦ Κάϊν ἀποκτείναντος, τοῦ τῷ Ἰὼβ ἐπιστρατεύσαντος, τοῦ κατηγοροῦντος Ἰησοῦ τοῦ τοῦ Ἰωσεδέκ, τοῦ ἐξαιτησαμένου σινιασθῆναι τῶν ἀποστόλων τὴν πίστιν, τοῦ τὸ ἰουδαϊκὸν πλῆθος ἐπεγείραντος τῷ κυρίῳ, τοῦ καὶ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ὧν ῥύσεται ἡμᾶς ὁ κύριος Ἰησοῦς Χριστός, ὁ δεηθεὶς μὴ ἐκλείπειν τὴν πίστιν τῶν ἀποστόλων, οὐχ ὡς μὴ αὐταρκῶν φυλάξαι αὐτήν, ἀλλ’ ὡς χαίρων τῇ τοῦ πατρὸς ὑπεροχῇ.

2. πρέπον οὖν ἐστιν ἀπέχεσθαι τῶν τοιούτων, καὶ μήτε κατ’ ἰδίαν περὶ αὐτῶν λαλεῖν μήτε κοινῇ, προσέχειν δὲ νόμῳ καὶ προφήταις καὶ τοῖς εὐαγγελισαμένοις ὑμῖν τὸν σωτήριον λόγον. τὰς δὲ δυσωνύμους αἱρέσεις καὶ τοὺς τὰ σχίσματα ποιοῦντας φεύγετε ὡς ἀρχὴν κακῶν

VIII. Πάντες τῷ ἐπισκόπῳ ἀκολουθεῖτε, ὡς ὁ Χριστὸς Ἰησοῦς τῷ πατρί, καὶ τῷ πρεσβυτερίῳ δὲ ὡς τοῖς ἀποστόλοις· τοὺς δὲ διακόνους ἐντρέπεσθε ὡς θεοῦ ἐντολὴν διακονοῦντας. μηδεὶς χωρὶς ἐπισκόπου τι πρασσέτω τῶν ἀνηκόντων εἰς τὴν ἐκκλησίαν. ἐκείνη βεβαία εὐχαριστία ἡγείσθω ἡ ὑπὸ τὸν ἐπίσκοπον οὖσα ἢ ᾧ ἂν αὐτὸς ἐπιτρέψῃ.

2. ὅπου ἂν φανῇ ὁ ἐπίσκοπος, ἐκεῖ τὸ πλῆθος ἔστω, ὥσπερ ὅπου ὁ Χριστὸς. πᾶσα ἡ οὐράνιος στρατιὰ παρέστηκεν

ὡς ἀρχιστρατήγῳ τῆς δυνάμεως κυρίου καὶ διανομεῖ πάσης νοητῆς φύσεως. οὐκ ἐξόν ἐστιν χωρὶς τοῦ ἐπισκόπου οὔτε βαπτίζειν οὔτε προσφέρειν οὔτε θυσίαν προσκομίζειν οὔτε δοχὴν ἐπιτελεῖν, ἀλλ’ ὃ ἂν ἐκείνῳ δοκῇ κατ’ εὐαρέστησιν θεοῦ, ἵνα ἀσφαλὲς ᾖ καὶ βέβαιον πᾶν, ὃ πράσσεται.