Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

2. ἀσπάζομαι τὸν ἀξιόθεον ἐπίσκοπον ὑμῶν Πολύκαρπον καὶ τὸ θεοπρεπὲς πρεσβυτέριον καὶ τοὺς χριστοφόρους διακόνους τοὺς συνδούλους μου καὶ τοὺς κατὰ ἄνδρα καὶ κοινῇ πάντας ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ καὶ τῇ σαρκὶ αὐτοῦ καὶ τῷ αἵματι, πάθει τε καὶ ἀναστάσει, σαρκικῇ τε καὶ πνευματικῇ ἐν ἑνότητι θεοῦ καὶ ὑμῶν. χάρις ὑμῖν, ἔλεος, εἰρήνη, ὑπομονὴ διὰ παντὸς ἐν Χριστῷ.

XIII. Ἀσπάζομαι τοὺς οἴκους τῶν ἀδελφῶν μου σὺν γυναιξὶν καὶ τέκνοις καὶ ἀειπαρθένοις καὶ τὰς χήρας. ἔρρωσθέ μοι ἐν δυνάμει πνεύματος. ἀσπάζεται ὑμᾶς Φίλων ὁ συνδιάκονος, ὁ ὢν σὺν ἐμοί.

2. ἀσπάζομαι τὸν οἶκον Γαυΐας, ἥν εὔχομαι ἡδρᾶσθαι πίστει καὶ ἀγάπῃ σαρκικῇ τε καὶ πνευματικῇ. ἀσπάζομαι Ἄλκην, τὸ ποθητόν μοι ὄνομα, καὶ Δάφνον τὸν ἀσύγκριτον καὶ Εὔτεκνον καὶ πάντας κατ’ ὄνομα. ἔρρωσθε ἐν χάριτι θεοῦ καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πεπληρωμένοι πνεύματος ἁγίου καὶ σοφίας θείας καὶ ἱερᾶς.

Ἰγνάτιος, ἐπίσκοπος Ἀντιοχείας, ὁ καὶ μάρτυς Ἰησοῦ Χριστοῦ, Πολυκάρπῳ ἐπισπόπῳ ἐκκλησίας Σμυρναίων, μᾶλλον ἐπισκοπημένῳ ὑπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ, πλεῖστα χαίρειν.

I. Ἀποδεχόμενος τὴν ἐν θεῷ σου γνώμην ἡδρασμένην ὡς ἐπὶ πέτραν ἀκίνητον, ὑπερδοξάζω καταξιωθεὶς τοῦ προσώπου σου τοῦ ἀμώμου, οὗ ὀναίμην ἐν θεῷ.

2. παρακαλῶ σε ἐν χάριτι, ᾖ ἐνδέδυσαι, προσθεῖναι τῷ δρόμῳ σου καὶ πάντας παρακαλεῖν, ἵνα σώζωνται. ἐκδίκει σου τὸν τόπον ἐν πάσῃ ἐπιμελείᾳ σαρκικῇ τε καὶ πνευματικῇ. τῆς ἑνώσεως φρόντιζε, ἧς οὐδὲν ἄμεινον. πάντας βάσταζε, ὡς καὶ σὲ ὁ κύριος. πάντων ἀνέχου ἐν ἀγάπῃ, ὥσπερ καὶ ποιεῖς.