Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
3. ὃ ἐφάνη μοι ἄξιον, τοῦτό ἐστιν, ὥστε πέμψαι τινὰ τῶν ὑμετέρων μετ’ ἐπιστολῆς, ἵνα συνδοξάσῃ τὴν κατὰ θεὸν αὐτοῖς γενομένην εὐδίαν, καὶ ὅτι λιμένος εὐόρμου τετύχηκα Χριστοῦ διὰ τῶν προσευχῶν ὑμῶν. τέλειοι ὄντες τέλεια καὶ φρονεῖτε· θέλουσι γὰρ ὑμῖν εὖ πράττειν καὶ θεὸς ἕτοιμος εἰς τὸ παρασχεῖν.
XII. Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη τῶν ἀδελφῶν ὑμῶν τῶν ἐν Τρωάδι, ὅθεν καὶ γράφω ὑμῖν διὰ Βούργου, ὃν ἀπεστείλατε μετ’ ἐμοῦ ἅμα Ἐφεσίοις τοῖς συναδέλφοις ὑμῶν, ὃς κατὰ πάντα με ἀνέπαυσεν. καὶ ὄφελον πάντες αὐτὸν ἐμιμοῦντο, ὄντα ἐξεμπλάριον θεοῦ διακονίας. ἀμείψεται αὐτὸν ἡ χάρις τοῦ κυρίου κατὰ πάντα.
2. ἀσπάζομαι τὸν ἀξιόθεον ἐπίσκοπον ὑμῶν Πολύκαρπον καὶ τὸ θεοπρεπὲς πρεσβυτέριον καὶ τοὺς χριστοφόρους διακόνους τοὺς συνδούλους μου καὶ τοὺς κατὰ ἄνδρα καὶ κοινῇ πάντας ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ καὶ τῇ σαρκὶ αὐτοῦ καὶ τῷ αἵματι, πάθει τε καὶ ἀναστάσει, σαρκικῇ τε καὶ πνευματικῇ ἐν ἑνότητι θεοῦ καὶ ὑμῶν. χάρις ὑμῖν, ἔλεος, εἰρήνη, ὑπομονὴ διὰ παντὸς ἐν Χριστῷ.