Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

X. Φίλωνα καὶ Γάϊον καὶ Ἀγαθόποδα, οἳ ἐπηκολούθησάν μοι εἰς λόγον θεοῦ, διάκονοι Χριστοῦ ὄντες, καλῶς ἐποιήσατε ὑποδεξάμενοι ὡς διακόνους Χριστοῦ· οἳ καὶ σφόδρα εὐχαριστοῦσιν τῷ κυρίῳ ὑπὲρ ὑμῶν, ὅτι αὐτοὺς ἀνεπαύσατε κατὰ πάντα τρόπον.

2. οὐδὲν ὑμῖν παραλογισθήσεται, ὧν εἰς αὐτοὺς ἐποιήσατε. δῴη ὑμῖν ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

3. ἀντίψυχον ὑμῶν τὸ πνεῦμά μου καὶ τὰ δεσμά μου, ἃ οὐχ ὑπερηφανεύσατε οὐδὲ ἐπῃσχύνθητε· διὸ οὐδὲ ὑμᾶς ἐπαισχυνθήσεται ἡ τελεία ἐλπὶς, Ἰησοῦς Χριστός.

XI. Αἱ προσευχαὶ ὑμῶν ἤγγισαν εἰς τὴν Ἀντιοχέων ἐκκλησίαν, καὶ εἰρηνεύεται· ὅθεν δεδεμένος πάντας ἀσπάζομαι. οὐκ ὢν ἄξιος ἐκεῖθεν, ἔσχατος αὐτῶν ὤν, κατὰ θέλημα κατηξιώθην, οὐκ ἐκ συνειδήσεως ἐμῆς, ἀλλ’ ἐκ χάριτος θεοῦ· ἣν εὔχομαι τελείαν μοι δοθῆναι, ἵνα ἐν ταῖς προσευχαῖς ὑμῶν θεοῦ ἐπιτύχω.

2. ὅπως οὖν ὑμῶν τὸ ἔργον τέλειον γένηται ἐπὶ τῆς γῆς καὶ ἐν τῷ οὐρανῷ, πρέπει εἰς θεοῦ τιμὴν χειροτονῆσαι τὴν ἐκκλησίαν ὑμῶν θεοπρεσβύτην, εἰς τὸ γενόμενον ἐν Συρίᾳ συγχαρῆναι αὐτοῖς, ὅτι εἰρηνεύουσι καὶ

ἀπέλαβον τὸ ἴδιον μέγεθος, καὶ ἀπεκατεστάθη αὐτοῖς τὸ ἴδιον σωμάτιον.