Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

2. πολιτευσάμενον ὁσίως ἄνευ ἁμαρτίας, καὶ ἐπὶ Ποντίου

Πιλάτου καὶ Ἡρῴδου τοῦ τετράρχου καθηλωμένον ὑπὲρ ἡμῶν ἐν σαρκὶ ἀληθῶς, ἀφ’ οὗ καὶ ἡμεῖς ἐσμεν, ἀπὸ τοῦ θεομακαρίστου αὐτοῦ πάθους, ἵνα ἄρῃ σύσσημον εἰς τοὺς αἰῶνας διὰ τῆς ἀναστάσεως εἰς τοὺς ἁγίους καὶ πιστοὺς αὐτοῦ, εἶτε ἐν Ἰουδαίοις εἴτε ἐν ἔθνεσιν, ἐν ἑνὶ σώματι τῆς ἐκκλησίας αὐτοῦ.

II. Ταῦτα γὰρ πάντα ἔπαθεν δι’ ἡμᾶς. καὶ ἀληθῶς ἔπαθεν καὶ οὐ δοκήσει, ὡς καὶ ἀληθῶς ἀνέστη· ἀλλ’ οὐχ ὥσπερ τινὲς τῶν ἀπίστων, ἐπαισχυνόμενοι τὴν τοῦ ἀνθρώπου πλάσιν καὶ τὸν σταυρὸν καὶ αὐτὸν τὸν θάνατον, λέγουσιν, ὅτι δοκήσει καὶ οὐκ ἀληθείᾳ ἀνείληφε τὸ ἐκ τῆς παρθένου σῶμα καὶ τὸ δοκεῖν πέπονθεν, ἐπιλαθόμενοι τοῦ εἰπόντος· Ὁ λόγος σὰρξ ἐγένετο, καί· Λύσατε τὸν ναὸν τοῦτον, καὶ διὰ τριῶν ἡμερῶν ἐγερῶ αὐτόν, καί· Ἐὰν ὑψωθῶ ἀπὸ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.