Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
3. ἀδελφοί, μὴ πλανᾶσθε· εἴ τις σχίζοντι ἀπὸ τῆς ἀληθείας ἀκολουθεῖ, βασιλείαν θεοῦ οὐ κληρονομήσει· καὶ εἶ τις οὐκ ἀφίσταται τοῦ ψευδολόγου κήρυκος, εἰς γέενναν κατακριθήσεται· οὔτε γὰρ εὐσεβῶν ἀφίστασθαι χρή, οὔτε δυσσεβέσιν συγκεῖσθαι δεῖ.
4. εἴ τις ἐν ἀλλοτρίᾳ γνώμῃ περιπατεῖ, οὗτος οὐκ ἔστιν Χριστοῦ οὔτε τοῦ πάθους αὐτοῦ κοινωνός, ἀλλ’ ἔστιν ἀλώπηξ, φθορεὺς ἀμπελῶνος Χριστοῦ. τῷ τοιούτῳ μὴ συναναμίγνυσθε, ἵνα μὴ συναπόλησθε αὐτῷ, κἂν πατὴρ ᾖ κἂν υἱὸς κἂν ἀδελφὸς κἂν οἰκεῖος. οὐ φείσεται γάρ σου, φησίν, ὁ ὀφθαλμὸς ἐπ’ αὐτῷ.
5. τοὺς μισοῦντας οὖν τὸν θεὸν μισεῖν χρὴ καὶ ὑμᾶς καὶ ἐπὶ τοῖς ἐχθροῖς αὐτοῦ ἐκτήκεσθαι· οὐ μὴν καὶ τύπτειν αὐτοὺς ἢ διώκειν, καθὼς
τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν κύριον καὶ θεόν, ἀλλ’ ἐχθροὺς μὲν ἡγεῖσθαι καὶ χωρίζεσθαι ἀπ’ αὐτῶν, νουθετεῖν δὲ αὐτοὺς καὶ ἐπὶ μετάνοιαν παρακαλεῖν, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἐνδῶσιν.6. φιλάνθρωπος γάρ ἐστιν ὁ θεὸς ἡμῶν, καὶ πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. διὸ τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει τὸν ὑετὸν ἐπὶ δικαίους καὶ ἀδίκους. οὗ τῆς χρηστότητος θέλων καὶ ἡμᾶς εἶναι μιμητὰς ὁ κύριος λέγει· Γίνεσθε τέλειοι, καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.