Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
3. καὶ διὰ γαστρὸς πειράζεις τὸν τρέφοντα πάντας τοὺς τροφῆς δεομένους, καὶ πειράζεις τὸν τῆς δόξης κύριον, ἐπιλαθόμενος ἐκ κακονοίας, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι
ἐκπορευομένῳ διὰ στόματος θεοῦ.4. εἰ γὰρ ᾔδεις, ὅτι υἱὸς θεοῦ ἦν, ἐγίνωσκες ἄν, ὅτι ὁ ἐν τεσσαράκοντα ἡμέραις καὶ ἰσαρίθμοις νυξὶν ἀνενδεὲς ποιήσας τὸ φθαρτὸν σῶμα καὶ εἰς τὸ διηνεκὲς ἐδύνατο τοῦτο ποιῆσαι. διὰ τί οὖν πεινᾷ; ἵνα δείξῃ, ὅτι κατ’ ἀλήθειαν ἀνέλαβε σῶμα ὁμοιοπαθὲς ἀνθρώποις. διὰ μὲν τοῦ πρώτου ἔδειξεν, ὅτι θεός, διὰ δὲ τοῦ δευτέρου, ὅτι καὶ ἄνθρωπος.
X. Σὺ οὖν, ὁ ἐκπεσὼν ἐκ τῆς ὑψηλοτάτης δόξης ὡς ἀστραπή, τολμᾷς λέγειν τῷ κυρίῳ· Βάλε σεαυτὸν ἐντεῦθεν κάτω, ᾧ τὰ ἐνόντα λελόγισται ὡς μὴ ὄντα, καὶ εἰς κενοδοξίαν προκαλεῖσθαι τὸν οὐκ ἐπιδεικτιῶντα;
2. καὶ προσποιῇ τὴν γραφὴν ἀναγινώσκειν περὶ αὐτοῦ· Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περί σου, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, τοῦ μὴ προσκόψαι πρὸς λίθον τὸν πόδα σου; καὶ τὰ λοιπὰ προσποιῇ ἀγνοεῖν κλέπτων, ἃ περί σου καὶ τῶν σῶν προπόλων προεφήτευσεν· Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα;