Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

4. ταῦθ’ ὁρῶν ἰλιγγιᾷς, καὶ ὅτι παρθένος ἡ τεκοῦσα, ἠγνόεις· ἀλλ’ ἐξέπληττέν σε ἡ τῶν ἀγγέλων ὑμνολογία, ἡ τῶν μάγων προσκύνησις, ἡ τοῦ ἀστέρος ἐπιτολή. εἰς ἄγνοιαν σὺ παλινδρομεῖς διὰ τὰ εὐτελῆ· μικρὰ γάρ σοι δοκεῖ σπάργανα, φάτνη, περιτομή, γαλακτοτροφία· ἀνάξιά σοι ταῦτα κατὰ θεοῦ καταφαίνεται.

IX. Πάλιν εἶδες ἄνθρωπον τεσσαράκοντα ἡμέρας καὶ νύκτας ἄγευστον μείναντα τροφῆς ἀνθρωπίνης, ἀγγέλους διακονοῦντας, οὓς καὶ ἔφριττες, ἰδὼν πρῶτον ὡς κοινὸν ἄνθρωπον βαπτιζόμενον καὶ τὴν αἰτίαν ἀγνοῶν· μετὰ δὲ τὴν νηστείαν πεινῶντι κατεθάρσεις πάλιν καὶ ἐπείραζες ὡς κοινὸν ἄνθρωπον, ἀγνοῶν, ὅστις εἴη.

2. ἔλεγες γάρ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπέ, ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. τὸ γὰρ εἰ υἱὸς εἶ τοῦ θεοῦ ἀγνοίας ἐστίν· εἰ γὰρ ὄντως ἐγίνωσκες, ἠπίστω, ὅτι δημιουργῷ καὶ τὸ μὴ ὂν ποιῆσαι καὶ τὸ ὂν μεταβαλεῖν ἐπ’ ἴσης δυνατόν.

3. καὶ διὰ γαστρὸς πειράζεις τὸν τρέφοντα πάντας τοὺς τροφῆς δεομένους, καὶ πειράζεις τὸν τῆς δόξης κύριον, ἐπιλαθόμενος ἐκ κακονοίας, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι

ἐκπορευομένῳ διὰ στόματος θεοῦ.