Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
3. εἷς δὲ καὶ ὁ παράκλητος. ἓν γάρ, φησίν, καὶ πνεῦμα, ἐπειδὴ ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ἡμῶν, καὶ πάλιν· Ἓν πνεῦμα ἐποτίσθημεν καὶ τὰ ἑξῆς. πάντα δὲ ταῦτα, τὰ χαρίσματα δηλονότι, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα.
4. οὔτε οὖν τρεῖς πατέρες οὔτε τρεῖς υἱοὶ οὔτε τρεῖς παράκλητοι, ἀλλ’ εἷς πατὴρ καὶ εἷς υἱὸς καὶ εἷς παράκλητος. διὸ καὶ ὁ κύριος ἀποστέλλων τοὺς ἀποστόλους μαθητεῦσαι πάντα τὰ ἔθνη, ἐνετείλατο αὐτοῖς βαπτίζειν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὔτε εἰς ἕνα τριώνυμον οὔτε εἰς τρεῖς ἐνανθρωπήσαντας, ἀλλ’ εἰς τρεῖς ὁμοτίμους.
III. Εἰς γὰρ ὁ ἐνανθρωπήσας, οὔτε ὁ πατὴρ οὔτε ὁ παράκλητος, ἀλλὰ μόνον ὁ υἱός, οὐ δοκήσει, οὐ φαντασίᾳ ἀλλ’ ἀληθείᾳ· ὁ λόγος γὰρ σὰρξ ἐγένετο, ἡ γὰρ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον.