Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
3. ἔρρωσθε σαρκί, ψυχῇ, πνεύματι, τέλεια φρονοῦντες, ἀποστρεφόμενοι τοὺς ἐργάτας τῆς ἀνομίας καὶ τοῦ λόγου τῆς ἀληθείας φθορεῖς, ἐνδυναμούμενοι ἐν τῇ χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ, τῇ οὔσῃ ἐν Φιλαδελφίᾳ, ἐν ἀγάπῃ ἠλεημένῃ καὶ ἡδρασμένῃ ἐν ὁμονοίᾳ θεοῦ καὶ ἀγαλλομένῃ ἐν τῷ πάθει τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἀδιακρίτως
καὶ ἐν τῇ ἀναστάσει αὐτοῦ πεπληροφορημένῃ ἐν παντὶ ἐλέει, ἣν ἀσπάζομαι ἐν αἵματι Ἰησοῦ Χριστοῦ, ἥτις ἐστὶν χαρὰ αἰώνιος καὶ παράμονος·