Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

3. οἶδα τὸν ἕνα, ἐπίσταμαι τὸν μόνον, οὗ σὺ ἀποστάτης γέγονας. οὔκ εἰμι ἀντίθεος, ὁμολογῶ τὴν ὑπεροχήν, καὶ οὐ παραιτοῦμαι προσκυνεῖν ἐκείνῳ, ὃν ἐπίσταμαι τὸν τῆς ἐμῆς γεννήσεως αἴτιον καὶ κύριον καὶ ὑποστάσεως φύλακα· ἐγὼ γὰρ ζῶ διὰ τὸν πατέρα.

XIII. Ταῦτα, ἀδελφοί, ἀπὸ διαθέσεως τῆς πρὸς ὑμᾶς ἠναγκάσθην ἐπιστεῖλαι εἰς δόξαν θεοῦ παραινῶν, οὐκ ὤν τι, ἀλλ’ ὡς ἀδελφός. ὑποτάσσεσθε τῷ ἐπισκόπῳ, τοῖς πρεσβυτέροις, τοῖς διακόνοις· ἀγαπᾶτε ἀλλήλους ἐν κυρίῳ ὡς θεοῦ ἀγάλματα.

2. ὁρᾶτε οἱ ἄνδρες, ὡς ἴδια μέλη τὰς γαμετὰς στέργετε· αἱ γυναῖκες, ὡς ἓν οὖσαι τῇ συναφείᾳ, στέργετε τοὺς ἑαυτῶν ἄνδρας. εἴ τις ἁγνεύει ἢ ἐγκρατεύεται, μὴ ἐπαιρέσθω, ἵνα μὴ ἀπολέσῃ τὸν μισθόν.