Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

3. μία ὀφείλει εἶναι καὶ ἡ κατὰ Χριστὸν πίστις. εἷς γὰρ κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.

II. Εἷς οὖν θεὸς καὶ πατήρ, καὶ οὐ δύο οὐδὲ τρεῖς· εἷς ὁ ὤν, καὶ οὐκ ἔστιν πλὴν αὐτοῦ, ὁ μόνος ἀληθινός. κύριος γάρ, φησίν, ὁ θεός σου, κύριος εἷς ἐστιν, καὶ πάλιν· Οὐχ εἷς θεὸς ἔκτισεν ἡμᾶς, οὐχ εἷς πατὴρ πάντων ἡμῶν;

2. εἰς δὲ καὶ υἱός, λόγος θεός. ὁ μονογενὴς γάρ, φησίν, ὁ ὢν εἰς τοὺς κόλπους τοῦ πατρός, καὶ πάλιν· Εἷς κύριος Ἰησοῦς Χριστός, καὶ ἐν ἄλλῳ· Τί ὄνομα αὐτῷ ἢ τί ὄνομα τῷ υἱῷ, ἵνα γνῶμεν;

3. εἷς δὲ καὶ ὁ παράκλητος. ἓν γάρ, φησίν, καὶ πνεῦμα, ἐπειδὴ ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ἡμῶν, καὶ πάλιν· Ἓν πνεῦμα ἐποτίσθημεν καὶ τὰ ἑξῆς. πάντα δὲ ταῦτα, τὰ χαρίσματα δηλονότι, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα.