Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
2. οἱ κύριοι μετὰ φειδοῦς τοῖς δούλοις ἐπιτάσσετε· οἱ δοῦλοι μετὰ φόβου τοῖς κυρίοις ἐξυπηρετεῖτε. μηδεὶς ἐν ὑμῖν ἀργὸς ἔστω· μήτηρ γὰρ τῆς ἐνδείας ἡ ἀργία. ταῦτα οὐκ ἐπιτάττω ὡς ὤν τι, εἰ καὶ δέδεμαι, ἀλλ’ ὡς ἀδελφὸς ὑπομιμνήσκω. εἴη κύριος μεθ’ ὑμῶν.
X. Ὀναίμην ὑμῶν τῶν προσευχῶν· προσεύχεσθε, ἵνα Ἰησοῦ ἐπιτύχω. παρατίθεμαι ὑμῖν τὴν ἐν Ἀντιοχείᾳ ἐκκλησίαν.
2. ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας καὶ Πολύκαρπος ὁ ἄνθρωπος θεοῦ, ᾧ καὶ παραθήσομαι τὴν ἐκκλησίαν τῆς Συρίας. ἀσπάζεται ὑμᾶς ἡ ἐκκλησία Φιλιππησίων, ὅθεν καὶ γράφω ὑμῖν. ἀσπάζεται ὑμᾶς Φίλων ὁ διάκονος ὑμῶν, ᾧ καὶ ἐγὼ εὐχαριστῶ σπουδαίως ὑπηρετοῦντί μοι ἐν πᾶσιν. ἀσπάζεται ὑμᾶς Ἀγαθόπους ὁ διάκονος, ὃς ἐκ Συρίας ἀκολουθεῖ μοι ἐν Χριστῷ.
3. ἀσπάσασθε
ἀλλήλους ἐν ἁγίῳ φιλήματι. ἀσπάζομαι πάντας καὶ πάσας τοὺς ἐν Χριστῷ. ἔρρωσθε σώματι καὶ ψυχῇ καὶ πνεύματι, καὶ ἐμοῦ μὴ ἐπιλάθησθε. ὁ κύριος μεθ’ ὑμῶν.