Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
2. καὶ ἀληθείᾳ ἀπέθανε καὶ ἀνέστη· εἰ παθητὸς γάρ, φησίν, ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν· καὶ ὃ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν
ἐφάπαξ· ὃ δὲ ζῇ, τῷ θεῷ ζῇ.3. ἐπεὶ τίς χρεία δεσμῶν, Χριστοῦ μὴ ἀποθανόντος; τίς χρεία ὑπομονῆς; τίς χρεία μαστίγων; τί δήποτε Πέτρος μὲν ἐσταυροῦτο, Παῦλος δὲ καὶ Ἰάκωβος μαχαίρᾳ ἐτέμνοντο, Ἰωάννης δὲ ἐφυγαδεύετο ἐν Πάτμῳ, Στέφανος δὲ ἐν λίθοις ἀνῃρεῖτο παρὰ τῶν κυριοκτόνων Ἰουδαίων; ἀλλ’ οὐδὲν τούτων εἰκῆ· ἀληθείᾳ γὰρ ἐσταυρώθη ὁ κύριος ὑπὸ τῶν δυσσεβῶν.
IV. Καὶ οὗτος ὁ γεννηθεὶς ἐκ γυναικὸς υἱός ἐστι τοῦ θεοῦ, καὶ ὁ σταυρωθεὶς πρωτότοκος πάσης κτίσεως καὶ θεὸς λόγος, καὶ αὐτὸς ἐποίησε τὰ πάντα.