Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]
Ignatius of Antioch
Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.
VIII. Μὴ πλανᾶσθε ταῖς ἑτεροδοξίαις μηδὲ μύθοις ἐνέχετε καὶ γενεαλογίαις ἀπεράντοις καὶ ἰουδαϊκοῖς τύφοις. τὰ ἀρχαῖα παρῆλθεν, ἰδού, γέγονε καινὰ τὰ πάντα. εἰ γὰρ μέχρι νῦν κατὰ νόμον ἱουδαϊκὸν καὶ περιτομὴν σαρκὸς ζῶμεν, ἀρνούμεθα τὴν χάριν εἰληφέναι.
2. οἱ γὰρ θειότατοι προφῆται κατὰ Ἰησοῦν Χριστὸν ἔζησαν· διὰ τοῦτο καὶ ἐδιώχθησαν, ἐμπνεόμενοι ἀπὸ τῆς χάριτος εἰς τὸ πληροφορηθῆναι τοὺς ἀπειθοῦντας, ὅτι εἷς θεός ἐστιν ὁ παντοκράτωρ, ὁ φανερώσας ἑαυτὸν διὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ, ὅς ἐστιν αὐτοῦ λόγος, οὐ ῥητός, ἀλλ’ οὐσιώδης· οὐ γάρ ἐστιν λαλιᾶς ἐνάρθρου φώνημα, ἀλλ’ ἐνεργείας θεϊκῆς οὐσία γεννητή, ἐν πᾶσιν εὐάρεστος τῷ ὑποστήσαντι.
IX. Εἰ οὖν οἱ 〈ἐν〉 παλαιοῖς γράμμασιν ἀναστραφέντες εἰς καινότητα ἐλπίδος ἦλθον ἐκδεχόμενοι Χριστόν, ὡς ὁ κύριος διδάσκει λέγων· Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύσατε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν· καὶ Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ
τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη· πρὶν γὰρ Ἀβραὰμ 〈γενέσθαι〉 ἐγώ εἰμι.2. πῶς ἡμεῖς δυνησόμεθα ζῆσαι χωρὶς αὐτοῦ, οὗ καὶ οἱ προφῆται ὄντες δοῦλοι τῷ πνεύματι προεώρων αὐτὸν καὶ ὡς διδάσκαλον ἀνέμενον καὶ προσεδόκων ὡς κύριον καὶ σωτῆρα λέγοντες· Αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς;