Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

9. οὐδεὶς ἔμεινεν ἀτιμώρητος, ἐπαρθεὶς κατὰ τῶν κρειττόνων· οὔτε γὰρ τῷ νόμῳ Δαθὰν καὶ Ἀβειρὼν ἀντεῖπαν, ἀλλὰ Μωσεῖ· καὶ ζῶντες εἰς ᾅδου κατηνέχθησαν. Κορὲ δὲ καὶ οἱ συμφρονήσαντες αὐτῷ κατὰ Ἀαρὼν διακόσιοι πεντήκοντα πυρίφλεκτοι γεγόνασιν.

10. Ἀβεσσαλὼμ πατραλοίας γενόμενος, ἐκκρεμὴς ἐν

φυτῷ γέγονεν καὶ ἀκῖσιν ἐβλήθη τὴν κακόβουλον καρδίαν. Ἀβεδδαδὰν ὡσαύτως τῆς κεφαλῆς ἀφαιρεῖται δι’ ὁμοίαν αἰτίαν. Ὀζίας λεπροῦται, κατατολμήσας ἱερέων καὶ ἱερωσύνης. Σαοὺλ ἀτιμοῦται, μὴ περιμείνας τὸν ἀρχιερέα Σαμουήλ. χρὴ οὖν καὶ ὑμᾶς αἰδεῖσθαι τοὺς κρείττονας.

IV. Καὶ πρέπον ἐστὶν μὴ μόνον καλεῖσθαι Χριστιανούς, ἀλλὰ καὶ εἶναι· οὐ γὰρ τὸ λέγεσθαι, ἀλλὰ τὸ εἶναι μακάριον ποιεῖ.

2. εἴ τινες ἐπίσκοπον μὲν λέγουσι, χωρὶς δὲ αὐτοῦ πάντα ποιοῦσι, τοῖς τοιούτοις ἐρεῖ καὶ αὐτός, ὃς καὶ ὁ ἀληθινὸς καὶ πρῶτος ἐπίσκοπος καὶ μόνος φύσει ἀρχιερεύς· Τί με καλεῖτε κύριε κύριε, καὶ οὐ ποιεῖτε, ἃ λέγω; οἱ γὰρ τοιοῦτοι οὐκ εὐσυνείδητοι, ἀλλ’ εἴρωνές τινες καὶ μόρφωνες εἶναί μοι φαίνονται.