Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

II. Ἐπεὶ οὖν ἠξιώθην ἰδεῖν ὑμᾶς διὰ Δαμᾶ τοῦ ἀξιοθέου ὑμῶν ἐπισκόπου καὶ πρεσβυτέρων θεοῦ ἀξίων Βάσσου καὶ Ἀπολλωνίου καὶ τοῦ συμβιωτοῦ μου διακόνου Ζωτίωνος, οὗ ἐγὼ ὀναίμην, ὅτι ὑποτάσσεται τῷ ἐπισκόπῳ καὶ τῷ πρεσβυτερίῳ, χάριτι θεοῦ ἐν νόμῳ Ἰησοῦ Χριστοῦ.

III. Καὶ ὑμῖν δὲ πρέπει μὴ καταφρονεῖν τῆς ἡλικίας τοῦ ἐπισκόπου, ἀλλὰ κατὰ γνώμην θεοῦ πατρὸς πᾶσαν ἐντροπὴν αὐτῷ ἀπονέμειν, καθὼς ἔγνων καὶ τοὺς ἁγίους πρεσβυτέρους οὐ πρὸς τὴν φαινομένην ἀφορῶντας νεότητα, ἀλλὰ πρὸς τὴν ἐν θεῷ φρόνησιν· ἐπείπερ οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί, οὐδὲ οἱ γέροντες ἐπίστανται σύνεσιν, ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς.

2. Δανιὴλ μὲν γὰρ ὁ σοφὸς δωδεκαετὴς γέγονε κάτοχος τῷ θείῳ πνεύματι καὶ τοὺς μάτην τὴν πολιὰν φέροντας πρεσβύτας συκοφάντας καὶ ἐπιθυμητὰς ἀλλοτρίου κάλλους ἀπήλεγξε.

3. Σαμουὴλ δέ, παιδάριον ὢν μικρόν, τὸν ἐνενηκονταετῆ Ἡλεὶ διελέγχει τοῦ θεοῦ προτετιμηκότα τοὺς ἑαυτοῦ παῖδας. ὡσαύτως καὶ Ἱερεμίας ἀκούει πρὸς τοῦ θεοῦ· Μὴ λέγε, ὅτι νεώτερός εἰμι.

4. Σολομὼν δὲ καὶ Ἰωσίας, ὁ μὲν δωδεκαετὴς βασιλεύσας τὴν φοβερὰν ἐκείνην καὶ δυσερμήνευτον ἐπὶ ταῖς γυναιξὶν κρίσιν ἕνεκα τῶν παιδίων ἐποιήσατο, ὁ δὲ ὀκταετὴς ἄρξας τοὺς βωμοὺς καὶ τὰ τεμένη κατερρίπου καὶ τὰ ἄλση κατεπίμπρα (δαίμοσι γὰρ ἦν, ἀλλ’ οὐ θεῷ ἀνακείμενα) καὶ τοὺς ψευδιερεῖς κατασφάττει ὡσὰν φθορέας καὶ ἀπατεῶνας ἀνθρώπων, ἀλλ’ οὐ θειότητος λατρευτάς.

5. τοιγαροῦν οὐ τὸ νέον εὐκαταφρόνητον, ὅταν θεῷ ἀνακείμενον ᾖ, ἀλλὰ τὸ τὴν γνώμην μοχθηρόν, κἂν πεπαλαιωμένον ᾖ ἡμερῶν κακῶν.

6. νέος ἦν ὁ χριστοφόρος Τιμόθεος· ἀλλ’ ἀκούσατε, οἷα γράφει αὐτῷ ὁ διδάσκαλος· Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ.

7. πρέπον οὖν ἐστιν καὶ ὑμᾶς ὑπακούειν τῷ ἐπισκόπῳ ὑμῶν καὶ κατὰ μηδὲν αὐτῷ ἀντιλέγειν· φοβερὸν γάρ ἐστι τῷ τοιούτῳ ἀντιλέγειν, οὐ γὰρ τουτονί τὸν βλεπόμενον πλανᾷ τις, ἀλλὰ τὸν ἀόρατον παραλογίζεται τὸν μῆ δυνάμενον παρά τινος παραλογισθῆναι.